Translate

Δευτέρα 13 Σεπτεμβρίου 2021

Ευαγγέλιο & Απόστολος 14 Σεπτεμβρίου Ύψωση του Τιμίου και Ζωοποιού Σταυρού

 Ύψωση του Τιμίου και Ζωοποιού Σταυρού


Ευαγγέλιο σήμερα 14 Σεπτεμβρίου 2021

ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΘ´ 6 – 11

6 καὶ λέγει αὐτοῖς· Ἴδε ὁ ἄνθρωπος. ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες· Σταύρωσον σταύρωσον αὐτὸν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε· ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. 7 ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν, ὅτι ἑαυτὸν Θεοῦ υἱὸν ἐποίησεν. 8 Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, 9 καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ· Πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. 10 λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω σταυρῶσαί σε καὶ ἐξουσίαν ἔχω ἀπολῦσαί σε; 11 ἀπεκρίθη Ἰησοῦς· Οὐκ εἶχες ἐξουσίαν οὐδεμίαν κατ’ ἐμοῦ, εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν· διὰ τοῦτο ὁ παραδιδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.

ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΘ´ 13 – 20

13 ὁ οὖν Πιλᾶτος ἀκούσας τοῦτον τὸν λόγον ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ τοῦ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθᾶ· 14 ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη· καὶ λέγει τοῖς Ἰουδαίοις· Ἴδε ὁ βασιλεὺς ὑμῶν. 15 οἱ δὲ ἐκραύγασαν· Ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. 16 τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ. 17 Παρέλαβον δὲ τὸν Ἰησοῦν καὶ ἤγαγον· καὶ βαστάζων τὸν σταυρὸν αὑτοῦ ἐξῆλθεν εἰς τὸν λεγόμενον κρανίου τόπον, ὃς λέγεται Ἑβραϊστὶ Γολγοθᾶ, 18 ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ’ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν. 19 ἔγραψε δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων. 20 τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τῆς πόλεως ὁ τόπος ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ἑλληνιστί, Ρωμαϊστί.

ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΘ´ 25 – 28

25 Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. 26 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρί αὐτοῦ· Γύναι, ἴδε ὁ υἱός σου, 27 εἶτα λέγει τῷ μαθητῇ· Ἰδοὺ ἡ μήτηρ σου. καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. 28 Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι πάντα ἤδη τετέλεσται, ἵνα τελειωθῇ ἡ γραφή, λέγει· Διψῶ.

ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΘ´ 30 – 35

30 ὅτε οὖν ἔλαβε τὸ ὄξος ὁ Ἰησοῦς εἶπε· Τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα. 31 Οἱ οὖν Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ, ἐπεὶ παρασκευὴ ἦν· ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ σαββάτου· ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν. 32 ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ· 33 ἐπὶ δὲ τὸν Ἰησοῦν ἐλθόντες ὡς εἶδον αὐτὸν ἤδη τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη, 34 ἀλλ’ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ ὕδωρ. 35 καὶ ὁ ἑωρακὼς μεμαρτύρηκε, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία, κἀκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύσητε.

Ερμηνευτική απόδοση Παναγιώτη Τρεμπέλα στα νέα ελληνικά

 ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΘ´ 6 – 11

6 Καὶ λέγει πρὸς αὐτοὺς ὁ Πιλᾶτος· Ἴδε εἰς ποίαν ἀθλίαν κατάστασιν κατήντησεν ὁ ἄνθρωπος ! Ὅταν λοιπὸν τὸν εἶδαν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται τοῦ συνεδρίου, ἐφώναξαν δυνατὰ καὶ εἶπαν· Σταύρωσε, σταύρωσε αὐτόν. Λέγει εἰς αὐτοὺς ὁ Πιλᾶτος· Πάρτε τον σεῖς καὶ σταυρώσατέ τον· διότι ἐγὼ δὲν εὑρίσκω καμμίαν ἐνοχὴν εἰς αὐτὸν καὶ δὲν ἡμπορῶ νὰ τὸν σταυρώσω. 7 Ἐπειδὴ δὲ τὸ ρωμαϊκὸν κράτος συνήθιζε νὰ ἀναγνωρίζῃ τοὺς νόμους τῶν λαῶν, τοὺς ὁποίους ὑπεδούλωνεν, ὑπενθυμίζοντες τοῦτο εἰς τὸν Πιλᾶτον, ἀπεκρίθησαν εἰς αὐτὸν οἱ Ἰουδαῖοι· Ἡμεῖς ἔχομεν νόμον καὶ σύμφωνα μὲ τὸν νόμον μας πρέπει νὰ ἀποθάνῃ, διότι ἔκαμε τὸν ἑαυτόν του υἱὸν τοῦ Θεοῦ καὶ ἔτσι ἐβλασφήμησε κατὰ τοῦ Θεοῦ. 8 Ὅταν λοιπὸν ὁ Πιλᾶτος, ὁ ὁποῖος ὡς εἰδωλολάτρης ποὺ ἦτο, παρεδέχετο πολλοὺς θεοὺς καὶ ἡμιθέους, ἤκουσεν αὐτὸν τὸν λόγον, ὅτι δηλαδὴ ὁ Ἰησοῦς ἐθεώρει τὸν ἑαυτόν του υἱὸν τοῦ Θεοῦ, ἐτρόμαξε περισσότερον, φοβηθεῖς μήπως πράγματι ὁ Ἰησοῦς ἦτο υἱὸς κάποιου θεοῦ καὶ διὰ τῆς δυνάμεώς του ἐξολοθρεύσῃ αὐτόν. 9 Καὶ ἐμβῆκε πάλιν εἰς τὸ πραιτώριον καὶ εἶπεν εἰς τὸν Ἰησοῦν· Ἀπὸ ποὺ εἶσαι σύ; Κατάγεσαι ἀπὸ τὴν γῆν ἢ ἦλθες ἀπὸ τὸν οὐρανόν; Ὁ Ἰησοῦς ὅμως δὲν τοῦ ἔδωκεν ἀπάντησιν. 10 Κατόπιν λοιπὸν τῆς σιωπῆς αὐτῆς εἶπεν εἰς αὐτὸν ὁ Πιλᾶτος· Εἰς ἐμὲ δὲν ὁμιλεῖς; Δὲν ἡξεύρεις, ὅτι ἔχω ἐξουσίαν νὰ σὲ σταυρώσω καὶ ἔχω ἐξουσίαν νὰ σὲ ἀφήσω ἐλεύθερον; 11 Ἀπεκρίθη ὁ Ἰησοῦς· Δὲν θὰ εἶχες καμμίαν ἐξουσίαν ἐναντίον μου, ἐὰν δὲν σοῦ εἶχε δοθῆ ἡ ἐξουσία αὐτὴ ἀπ’ ἐπάνω, δηλαδὴ ἀπὸ τὸν Θεόν. Ἡ ἀνοχὴ τοῦ Θεοῦ σὲ κρατεῖ ἄρχοντα ἐπὶ τῆς δικαστικῆς ἕδρας, καὶ ἐπεφύλαξεν εἰς σὲ νὰ μὲ δικάσῃς. Ἐπειδὴ δὲ ἡ ἐξουσία αὐτὴ ἔχει δοθῆ εἰς σὲ ἀπὸ τὸν Θεόν, καὶ δὲν δύνασαι νὰ ἀποφύγῃς τὸ νὰ μὲ δικάσῃς, δι’ αὐτὸ ὁ Καϊάφας καὶ τὸ συνέδριον τῶν Ἰουδαίων, οἱ ὁποῖοι μὲ παρέδωκαν ἐκ φθόνου καὶ μίσους εἰς σὲ καὶ σὲ πιέζουν νὰ μὲ καταδικάσῃς, ἔχουν μεγαλυτέραν ἁμαρτίαν ἀπὸ σέ, ὁ ὁποῖος ἐκ φόβου πρὸς αὐτοὺς καταχρᾶσαι τώρα τὴν ἐξουσίαν σου.

ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΘ´ 13 – 20

13 Ὁ Πιλᾶτος λοιπὸν ὅταν ἤκουσε τοὺς τελευταίους τούτους λόγους, μὲ τοὺς ὁποίους οἱ Ἰουδαῖοι ἀνεγνώριζαν καθαρά, ὅτι βασιλέα των εἶχον τὸν Καίσαρα, ὠδήγησε τὸν Ἰησοῦν ἔξω ἀπὸ τὸ πραιτώριον καὶ αὐτὸς ἐκάθισε ἐπὶ τῆς δικαστικῆς του ἕδρας, ποὺ εἶχε τοποθετηθῇ πρόχειρα εἰς τὸν τόπον, ὁ ὁποῖος ἦτο στρωμένος μὲ πέτρας καὶ μωσαϊκὰ καὶ δι’ αὐτὸ ἐλέγετο εἰς μὲν τὴν ἑλληνικὴν γλῶσσαν Λιθόστρωτον, εἰς τὴν ἑβραϊκὴν ὅμως ἐλέγετο λόγῳ τοῦ σχήματός του Γαββαθᾶ, ἤτοι ὕψωμα. 14 Ἦτο δὲ ἡ ἡμέρα τῆς παραμονῆς καὶ προετοιμασίας τοῦ Πάσχα, καὶ ἡ ὥρα ἦτο περίπου ἓξ ἀπὸ τῆς ἀνατολῆς τοῦ ἡλίου, δηλαδὴ μεσημβρία. Καὶ λέγει ὁ Πιλᾶτος πρὸς τοὺς Ἰουδαίους· Ἰδοὺ εἰς ποίαν ἀθλιότητα καὶ καταφρόνησιν κατήντησεν ὁ βασιλεύς σας. 15 Αὐτοὶ ὅμως ἀντὶ νὰ κινηθοῦν εἰς συμπάθειαν καὶ οἶκτον, ἐφώναζαν δυνατά· Πάρε τον, πάρε τον, νὰ μὴ τὸν βλέπωμεν· σταύρωσέ τον. Λέγει εἰς αὐτοὺς ὁ Πιλᾶτος· Τὸν βασιλέα σας νὰ σταυρώσω; Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· Δὲν ἔχομεν βασιλέα ἄλλον παρὰ μόνον τὸν Καίσαρα. 16 Ὅταν λοιπὸν οἱ Ἰουδαῖοι ἠρνήθησαν ὄχι μόνον τὸν Μεσσίαν, ἀλλὰ καὶ τὴν θεμελιώδη ἀρχὴν τῆς θεοκρατίας των, κατὰ τὴν ὁποίαν βασιλεύς των ἦτο μόνον ὁ Θεός, τότε ὁ Πιλᾶτος παρέδωκε τὸν Ἰησοῦν εἰς αὐτοὺς διὰ νὰ σταυρωθῇ. 17 Παρέλαβον δὲ οἱ στρατιῶται τὸν Ἰησοῦν, καὶ τὸν ὠδήγησαν νὰ τὸν σταυρώσουν. Καὶ αὐτὸς βαστάζων ἐπὶ τοῦ ὤμου τὸν σταυρόν του ἐβγῆκεν ἔξω ἀπὸ τὰ τείχη τῆς πόλεως εἰς κάποιον τοποθεσίαν, ποὺ λέγεται Κρανίου τόπος καὶ εἰς τὴν ἑβραϊκὴν γλῶσσαν λέγεται Γολγοθᾶ. 18 Ἐκεῖ ἐσταύρωσαν αὐτόν, καὶ μαζί του ἐσταύρωσαν ἄλλους δύο, ἀπὸ τὸ ἓν μέρος τὸν ἕνα καὶ ἀπὸ τὸ ἄλλο μέρος τὸν ἄλλον, διὰ νὰ ἀτιμάσουν δὲ περισσότερον τὸν Ἰησοῦν ἔδωκαν εἰς αὐτὸν τὴν πρωτεύουσαν εἰς τὸ μέσον τῶν δύο κακούργων θέσιν. 19 Ἔγραψε δὲ καὶ ἐπιγραφὴν ὁ Πιλᾶτος καὶ ἔθεσεν αὐτὴν εἰς τὸ ἐπάνω μέρος τοῦ σταυροῦ. Ἦτο δὲ γραμμένον εἰς τὴν ἐπιγραφήν· Ἰησοῦς ὁ Ναζωραῖος, ὁ βασιλεὺς τῶν Ἰουδαίων. 20 Αὐτὴν λοιπὸν τὴν ἐπιγραφήν, ποὺ διεκήρυττεν, ὅτι ὁ Ἰησοῦς ἦτο βασιλεὺς τοῦ νέου Ἰσραὴλ τῆς χάριτος, τὴν ἀνέγνωσαν πολλοὶ ἀπὸ τοὺς Ἰουδαίους, διότι ὁ τόπος, ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς, ἦτο πλησίον τῆς πόλεως. Καὶ τὸ περιεχόμενον τῆς ἐπιγραφῆς ἦτο γραμμένον εἰς τρεῖς γλώσσας, εἰς τὴν Ἑβραϊκήν, ποὺ ἦτο ἐθνικὴ γλῶσσα τῶν Ἑβραίων, εἰς τὴν Ἑλληνικήν, ποὺ ἦτο γλῶσσα διεθνής, καὶ εἰς τὴν Ρωμαϊκήν, ποὺ ἦτο ἡ ἐπίσημος γλῶσσα τοῦ Κράτους. Ἔτσι ἐδόθη εἰς τὸ περιεχόμενον τῆς ἐπιγραφῆς ὅσον τὸ δυνατὸν μεγαλυτέρα δημοσιότης.

ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΘ´ 25 – 28

25 Καὶ οἱ μὲν στρατιῶται ἔκαμαν αὐτά. Ἔστεκαν δὲ κοντὰ εἰς τὸν σταυρὸν τοῦ Ἰησοῦ ἡ μητέρα του καὶ ἡ ἀδελφὴ τῆς μητέρας του, ἡ Μαρία ἡ γυναῖκα τοῦ Κλωπᾶ καὶ ἡ Μαρία ἡ Μαγδαληνή. 26 Ὁ Ἰησοῦς λοιπόν, ὅταν εἶδε τὴν μητέρα του καὶ τὸν μαθητήν, τὸν ὁποῖον ἠγάπα, νὰ στέκεται ἐκεῖ πλησίον, λέγει εἰς τὴν μητέρα του· Γύναι, ἰδοὺ ποῖος ἀπὸ τώρα θὰ εἶναι ὁ υἱός σου. 27 Ἔπειτα λέγει εἰς τὸν μαθητήν· Ἰδοὺ ἡ μητέρα σου. Καὶ ἀπὸ τὴν ὥραν ἐκείνην τὴν ἐπῆρεν ὁ μαθητὴς εἰς τὸ κατάλυμά του. 28 Ὕστερα ἀπ’ αὐτό, ἀφοῦ ἐβεβαιώθη ὁ Ἰησοῦς, ὅτι ὅλα, ὅσα ἐπρόκειτο σύμφωνα μὲ τὰς προφητείας νὰ πάθῃ, εἶχαν πλέον συντελεσθῇ καὶ τελείως πληρωθῇ, διὰ νὰ ἐπαληθεύσῃ καθ’ ὅλα καὶ μέχρι τῆς τελευταίας λεπτομερείας ἡ Γραφή, εἶπε· Διψῶ.

ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΘ´ 30 – 35

30 Ὅταν λοιπὸν ἐπῆρε τὸ ξίδι ὁ Ἰησοῦς εἶπεν· Ἔχουν πλέον τελειώσει ὅλα. Καὶ αἱ προφητεῖαι ὅλαι ἐπληρώθησαν, καὶ τὸ ἔργον μου ἔλαβεν αἴσιον πέρας καὶ τὰ ὅσα ἔπρεπε νὰ πάθω ἐτελείωσαν καὶ ἡ σωτηρία τῶν ἀνθρώπων ἐξησφαλίσθῃ πλήρως. Καὶ ἀφοῦ μόνος του ἀφῆκε τὴν κεφαλήν του νὰ γείρῃ πρὸς τὰ κάτω, παρέδωκεν ἐξουσιαστικῶς καὶ ὅταν αὐτὸς ἡθέλησε τὴν ψυχήν του εἰς τὸν Πατέρα του. 31 Ἐν τῷ μεταξὺ οἱ Ἰουδαῖοι ἐλάμβανον τὰ μέτρα των, διὰ νὰ μὴ μείνουν ἐπάνω εἰς τὸν σταυρὸν νεκρὰ τὰ σώματα τῶν καταδίκων καὶ κατὰ τὴν διάρκειαν τοῦ Σαββάτου. Ἐπειδὴ ἡ ἡμέρα, κατὰ τὴν ὁποίαν ἔγινεν ἡ σταύρωσις, ἦτο ἡμέρα προπαρασκευῆς καὶ προετοιμασίας ἐκτάκτου καὶ ἐξαιρετικῆς· διότι ἡ ἡμέρα τοῦ Σαββάτου ἐκείνου, ποὺ θὰ ἤρχιζεν ἀπὸ τὴν δύσιν τοῦ ἡλίου, ἦτο μεγάλη καὶ ἐπίσημος, ἐπειδὴ ἐκτὸς τοῦ ὅτι ἦτο Σάββατον, συνέπιπτεν ἀκόμη καὶ ἡ πρώτη ἡμέρα τῆς μεγάλης ἑορτῆς τοῦ Πάσχα. Ἀπηγορεύετο δὲ ρητῶς εἰς τὸ Δευτερονόμιον νὰ διανυκτερεύσουν ἄταφα τὰ σώματα ἐπὶ τοῦ σταυροῦ. Παρεκάλεσαν λοιπὸν τὸν Πιλᾶτον νὰ διατάξῃ, ὅπως συντριβοῦν τὰ σκέλη τῶν καταδίκων, διὰ νὰ συντομευθῇ ἔτσι ὁ θάνατός των καὶ τοὺς σηκώσουν τὸ ταχύτερον ἀπὸ ἐκεῖ. 32 Ἦλθαν λοιπὸν οἱ στρατιῶται, διὰ νὰ συντρίψουν τὰ ὀστᾶ τῶν καταδίκων, καὶ τοῦ μὲν λῃστοῦ, τὸν ὁποῖον ἐπλησίασαν πρῶτον, ἔσπασαν τὰ σκέλη, καθὼς καὶ τοῦ ἄλλου λῃστοῦ, ποὺ ἐσταυρώθη μαζὶ μὲ τὸν Ἰησοῦν. 33 Ὅταν ὅμως ἦλθαν εἰς τὸν Ἰησοῦν, σὰν τὸν εἶδαν ὅτι ἦτο πλέον πεθαμένος, δὲν τοῦ ἔσπασαν τὰ σκέλη. 34 Ἀλλ’ ἕνας ἀπὸ τοὺς στρατιώτας, διὰ νὰ διαπιστώσῃ βεβαιότερον τὸν θάνατόν του, τοῦ ἐκτύπησε τὴν πλευρὰν μὲ λόγχην καὶ ἀμέσως ἐβγῆκεν ἀπὸ τὸ τρυπηθὲν μέρος αἷμα καὶ ὕδωρ, φαινόμενον πρωτοφανὲς καὶ παράδοξον, διότι εἰς κάθε πεθαμένον τὸ αἷμα πήγνυται, ὅσον δὲ καὶ ἂν τὸν τρυπήσῃ κανείς, δὲν βγαίνει ποτὲ καθαρὸν αἷμα καὶ διαυγὲς ὕδωρ. 35 Τὸ γεγονὸς ὅμως αὐτὸ εἶναι ἀληθὲς καὶ βεβαία ἡ ὑπ’ αὐτοῦ σημαινομένη κάθαρσις τοῦ βαπτίσματος καὶ ὁ ἁγιασμὸς ἐκ τοῦ αἵματος τοῦ Κυρίου, καὶ ἐκεῖνος, ποὺ τὸ εἶδε μὲ τὰ μάτια του, ἔδωκε μαρτυρίαν περὶ αὐτοῦ, καὶ ἡ μαρτυρία του εἶναι ἀληθινὴ καὶ δὲν ἔχει καμμίαν περὶ τούτου ἀμφιβολίαν ἐκεῖνος, ἀλλὰ ἡξεύρει καλά, ὅτι λέγει ἀλήθειαν. Καὶ ἔδωκε μαρτυρίαν τόσον περὶ τοῦ γεγονότος αὐτοῦ, ὅσον καὶ περὶ τοῦ ὅτι δὲν ἔσπασαν τὰ σκέλη τοῦ Ἰησοῦ, ἀλλὰ μόνον τὴν πλευράν του ἐτρύπησαν, διὰ νὰ πιστεύσετε καὶ σεῖς, ὅτι ὁ ἐπὶ τοῦ σταυροῦ Ἰησοῦς εἶναι ὁ Χριστός, τὸν ὁποῖον προεκήρυξαν οἱ προφῆται.

Απόστολος σήμερα 14 Σεπτεμβρίου 2021

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α’ Α´ 18 – 24

18 Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι. 19 γέγραπται γάρ· ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. 20 ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου; 21 ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας. 22 ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, 23 ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν, 24 αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν·

Ερμηνευτική απόδοση Παναγιώτη Τρεμπέλα στα νέα ελληνικά

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α’ Α´ 18 – 24

18 Πράγματι δὲ εἰς τὴν θείαν δύναμιν του ὀφείλεται ἡ διάδοσίς του, διότι τὸ περὶ τοῦ σταυροῦ κήρυγμα εἰς ἐκείνους μέν, ποὺ βαδίζουν τὸν δρόμον τῆς ἀπωλείας, φαίνεται μωρία καὶ κουταμάρα. Εἰς ἡμᾶς ὅμως ποὺ εἴμεθα εἰς τὸν δρόμον τῆς σωτηρίας, εἶναι δύναμις Θεοῦ, ποὺ σώζει. 19 Ναί· τοὺς φαίνεται μωρία καὶ δὲν ἠμποροῦν νὰ νοιώσουν τὴν δύναμιν τοῦ εὐαγγελίου, καίτοι παρουσιάζονται μὲ τὴν ἀξίωσιν, ὅτι εἶναι σοφοί. Διότι ἔχει γραφῆ ἀπὸ τὸν Ἡσαΐαν, ποὺ ὡμίλησεν ἐξ ὀνόματος τοῦ Θεοῦ· θὰ ἐξαφανίσω τὴν σοφίαν αὐτῶν, ποὺ παρουσιάζονται ὡς σοφοί, καὶ θὰ παραμερίσω ὡς ἀνωφελῆ καὶ ἄχρηστον τὴν φρόνησιν ἐκείνων, ποὺ κομπάζουν μὲ τὴν ἰδέαν, ὅτι εἶναι συνετοί. 20 Ποῦ ὑπάρχει τώρα σοφός; Ποῦ ὑπάρχει ἔμπειρος διδάσκαλος τοῦ μωσαϊκοῦ νόμου; Ποῦ ἐπιδέξιος συζητητὴς τῆς ἀπίστου καὶ ἀθέου αὐτῆς ἐποχῆς; Δὲν ἀπέδειξεν ὁ Θεὸς μωρὰν τὴν σοφίαν τῶν ἀνθρώπων, ποὺ ἔχουν τὰ κοσμικὰ φρονήματα τῆς ἐποχῆς μας; 21 Καὶ ἡ ἀποδοκιμασία αὐτὴ τοῦ Θεοῦ ἔγινεν ἐν πάσῃ δικαιοσύνῃ. Διότι, ἀφοῦ διὰ μέσου τῆς σοφίας τοῦ Θεοῦ, ἡ ὁποία καταφαίνεται εἰς τὰ δημιουργήματά του, δὲν ἐγνώρισαν οἰ ἄνθρωποι μὲ τὴν ἔμφυτον λογικὴν καὶ τὴν ἄλλην σοφίαν τους τὸν Θεόν, ἀπεφάσισεν ἐν τῇ ἀγαθότητί του ὁ Θεὸς νὰ σώσῃ ὅλους, ὅσοι θὰ πιστεύσουν εἰς κάθε ἐποχήν, μὲ τὸ κήρυγμα, ποὺ φαίνεται μωρὸν καὶ ἀνόητον εἰς τοὺς σοφοὺς τοῦ ἁμαρτωλοῦ κόσμου. 22 Φαίνεται δὲ μωρὸν καὶ ἀνόητον, ἐπειδὴ καὶ οἰ Ἰουδαῖοι ἀπαιτοῦν ὑπερφυσικὸν σημεῖον διὰ νὰ πιστεύσουν. Καὶ οἰ Ἕλληνες ζητοῦν συλλογισμοὺς φιλοσοφικούς, ποὺ νὰ ἰκανοποιοῦν τὸ περίεργον πνεῦμα των. 23 Ἡμεῖς ὅμως κηρύττομεν τὸν Χριστόν, ποὺ ἔχει σταυρωθῆ. Καὶ ὁ ἐσταυρωμένος Χριστὸς διὰ μὲν τοὺς Ἰουδαίους, ποὺ περιμένουν τὸν Χριστὸν Μεσσίαν ὡς ἐπίγειον βασιλέα, εἶναι πρόσκομμα, ἐπὶ τοῦ ὁποίου σκοντάπτουν καὶ δὲν πιστεύουν. Διὰ δὲ τοὺς Ἕλληνας ὁ ἐσταυρωμένος Θεός, ποὺ δὲν ἐνίκησε τοὺς ἐχθρούς του, παρουσιάζεται ὡς ἰδέα μωρὰ καὶ ἀνόητος. 24 Εἰς αὐτοὺς ὅμως, τοὺς ὁποίους ὁ Θεὸς εὗρεν ἀξίους νὰ καλέσῃ εἰς τὴν σωτηρίαν, εἴτε Ἰουδαῖοι εἶναι, εἴτε Ἕλληνες, κηρύττομεν Χριστόν, ὁ ὁποῖος εἶναι Θεοῦ δύναμις, ποὺ ἀναγεννᾷ καὶ ἁγιάζει, καὶ Θεοῦ σοφία, ποὺ φωτίζει κάθε πιστόν.

Χρόνια πολλά

Δεν υπάρχουν σχόλια: