Το Αποστολικό Ανάγνωσμα της Κυριακής ΙΒ´ Ματθαίου
Αδελφοί, γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι’ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε. Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς, καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα· ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν· ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί.
Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ· χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι· καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.
Απόδοση σε νεοελληνική ο Απόστολος Κυριακής ΙΒ´ Ματθαίου
Αδελφοί, σᾶς θυμίζω τό χαρμόσυνο μήνυμα πού σᾶς ἔφερα μέ τό κήρυγμά μου. Αὐτό τό μήνυμα τό δεχτήκατε, σ΄ αὐτό παραμείνατε σταθεροί, μ΄ αὐτό καί σώζεστε, ἄν βέβαια μένετε προσκολλημένοι σ΄ αὐτό, μέ τό νόημα πού σᾶς τό κήρυξα· ἐκτός ἐάν μάταια πιστέψατε. Σᾶς παρέδωσα τή διδασκαλία πού εἶχα κι ἐγώ παραλάβει καί πού ἔχει πρωταρχική σημασία: ὅτι δηλαδή ὁ Χριστός πέθανε, σύμφωνα μέ τίς Γραφές, γιά τίς ἁμαρτίες μας· ὅτι ἐνταφιάστηκε καί ὅτι, σύμφωνα μέ τίς Γραφές ἀναστήθηκε τήν τρίτη ἡμέρα καί ὅτι ἐμφανίστηκε στόν Κηφά, ἔπειτα στούς Δώδεκα. Ἔπειτα ἐμφανίστηκε σέ περισσότερους ἀπό πεντακόσιους ἀδερφούς συχρόνως, ἀπό τούς ὁποίους μερικοί πέθαναν, οἱ περισσότεροι ὅμως εἶναι ἀκόμα στή ζωή. Ἔπειτα ἐμφανίστηκε στόν Ἰάκωβο, ἔπειτα σέ ὅλους τούς ἀποστόλους. Τελευταία ἀπό ὅλους, ἐμφανίστηκε καί σ΄ ἐμένα σάν σέ ἔκτρωμα.
Γιατί ἐγώ πραγματικά εἶμαι ὁ τελευταῖος ἀνάμεσα σέ ὅλους τους ἀποστόλους· ἐγώ δέν εἶμαι ἄξιος οὔτε νά ὀνομάζομαι ἀπόστολος, γιατί καταδίωξα τήν ἐκκλησία τοῦ Θεοῦ. Μέ τή χάρη ὅμως τοῦ Θεοῦ ἔγινα αὐτό πού ἔγινα· κι αὐτή ἡ χάρη πρός ἐμένα δέν ὑπῆρξε ἄκαρπη: ἐργάστηκα περισσότερο ἀπ΄ ὅλους τούς ἀποστόλους, ὄχι βέβαια ἐγώ, ἀλλά ἡ χάρη τοῦ Θεοῦ πού μέ συνοδεύει. Εἴτε ἐγώ, λοιπόν, εἴτε ἐκεῖνοι, αὐτά κηρύττουμε καί αὐτά πιστέψατε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου