Το Αποστολικό Ανάγνωσμα της Κυριακής Ζ´ Λουκά
Αδελφοί, ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. Ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων, καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ. Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι οὐκ οἶδα εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. Ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ. Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ· καὶ εἴρηκέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἣδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
Απόδοση σε νεοελληνική ο Απόστολος Κυριακής Ζ´ Λουκά
Αδελφοί, ὁ Θεός καί Πατέρας τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ – ἄς εἶναι εὐλογημένο τό ὄνομά του στούς αἰῶνες – ξέρει ὅτι δέ λέω ψέματα. Στή Δαμασκό, ὁ διοικητής-ἐκπρόσωπος τοῦ βασιλιᾶ Ἀρέτα ἔβαλε φρουρούς σέ ὅλη τήν πόλη γιά νά μέ συλλάβει. Μέσα ὅμως ἀπό ἕνα ἄνοιγμα τοῦ τείχους μέ κατέβασαν μέ καλάθι καί ξέφυγα ἀπό τά χέρια του. Δέ μέ συμφέρει βέβαια νά καυχηθῶ· θά τό κάνω ὅμως γιατί πρόκειται γιά ὁράματα κι ἀποκαλύψεις πού μοῦ χάρισε ὁ Κύριος. Ξέρω ἕναν ἄνθρωπο πιστό, ὁ ὁποῖος πρίν ἀπό δεκατέσσερα χρόνια ἀνυψώθηκε μέχρι καί τόν τρίτο οὐρανό – δέν ξέρω ἄν ἦταν μέ τό σῶμα του ἤ χωρίς τό σῶμα, αὐτό ὁ Θεός τό ξέρει. Ξέρω ὅτι αὐτός ὁ ἄνθρωπος – ἤ ἦταν μέ τό σῶμα ἤ χωρίς τό σῶμα δέν τό ξέρω, ὁ Θεός τό ξέρει – μεταφέρθηκε ξαφνικά στόν παράδεισο καί ἄκουσε λόγια πού δέν μπορεῖ οὔτε ἐπιτρέπεται νά τά πεῖ ἄνθρωπος.
Γι΄ αὐτό τόν ἄνθρωπο θά καυχηθῶ· γιά τόν ἑαυτό μου ὅμως δέ θά καυχηθῶ, παρά μόνο γιά τίς ταλαιπωρίες μου. Ἅμα θελήσω, λοιπόν, νά καυχηθῶ, δέ θά φανῶ ἀνόητος, γιατί θά πῶ τήν ἀλήθεια. Τό ἀποφεύγω ὅμως, μήπως ἐξαιτίας τοῦ μεγαλείου τῶν ἀποκαλύψεων, μέ θεωρήσει κανείς παραπάνω ἀπ΄ αὐτό πού βλέπει ἤ ἀκούει ἀπό μένα. Γιά νά μήν περηφανεύομαι ὅμως, ὁ Θεός μοῦ ἔδωσε ἕνα ἀγκάθι στό σῶμα μου, ἕναν ὑπηρέτη τοῦ σατανᾶ νά μέ ταλαιπωρεῖ, ὥστε νά μήν περηφανεύομαι. Γι΄ αὐτό τό ἀγκάθι τρεῖς φορές παρακάλεσα τόν Κύριο νά τό διώξει ἀπό πάνω μου. Ἡ ἀπάντησή του ἦταν: «Σού ἀρκεῖ ἡ χάρη μου, γιατί ἡ δύναμή μου φανερώνεται στήν πληρότητά της μέσα σ΄ αὐτή τήν ἀδυναμία σου». Μέ περισσότερη εὐχαρίστηση, λοιπόν, θά καυχηθῶ, γιά τίς ταλαιπωρίες μου, γιά νά κατοικήσει μέσα μου ἡ δύναμη τοῦ Χριστοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου