Το Ευαγγέλιο Χριστουγέννων 25-12-2022
Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλέεμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. Ἀκούσας δὲ Ἡρῴδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ’ αὐτοῦ, καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ’ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. Οἱ δὲ εἶπον αὐτῷ· Ἐν Βηθλέεμ τῆς Ἰουδαίας· οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου· «Καὶ σύ Βηθλέεμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ».
Τότε Ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, καὶ πέμψας αὐτοὺς εἰς Βηθλέεμ εἶπε· Πορευθέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτοὺς ἕως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον· ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. Καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν· καὶ χρηματισθέντες κατ’ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι’ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
Απόδοση σε νεολληνική το Ευαγγέλιο Χριστουγέννων
Oταν γεννήθηκε ὁ Ἰησοῦς στή Βηθλεέμ τῆς Ἰουδαίας, στά χρόνια του βασιλιά Ἡρώδη, ἔφτασαν στά Ἱεροσόλυμα σοφοί μάγοι ἀπό τήν Ἀνατολή καί ρωτοῦσαν: «Ποῦ εἶναι ὁ νεογέννητος βασιλιάς τῶν Ἰουδαίων; Εἴδαμε ν΄ ἀνατέλλει τό ἄστρο του καί ἤρθαμε νά τόν προσκυνήσουμε». Ὅταν ἔμαθε τό νέο ὁ Ἡρώδης, ταράχτηκε, καί μαζί του ὅλοι οἱ κάτοικοι τῶν Ἱεροσολύμων. Φώναξε λοιπόν ὅλους τούς ἀρχιερεῖς καί τούς γραμματεῖς τοῦ λαοῦ, καί ζήτησε νά τόν πληροφορήσουν ποῦ θά γεννηθεῖ ὁ Μεσσίας. Κι αὐτοί τοῦ εἶπαν: «Στή Βηθλεέμ τῆς Ἰουδαίας, γιατί ἔτσι γράφει ὁ προφήτης: Κι ἐσύ Βηθλεέμ, στήν περιοχή τοῦ Ἰούδα, δέν εἶσαι διόλου ἀσήμαντη ἀνάμεσα στίς σπουδαιότερες πόλεις τοῦ Ἰούδα, γιατί ἀπό σένα θά βγεῖ ἀρχηγός, πού θά ὁδηγήσει τό λαό μου, τόν Ἰσραήλ».
Ὁ Ἡρώδης τότε κάλεσε κρυφά τούς μάγους κι ἔμαθε ἀπ΄ αὐτούς ἀπό πότε ἀκριβῶς φάνηκε τό ἄστρο. Ἔπειτα τούς ἔστειλε στή Βηθλεέμ λέγοντάς τους: «Πηγαίνετε καί ψάξτε καλά γιά τό παιδί· μόλις τό βρεῖτε, νά μέ εἰδοποιήσετε, γιά νά ἔρθω κι ἐγώ νά τό προσκυνήσω». Οἱ μάγοι ἄκουσαν τό βασιλιά κι ἔφυγαν. Μόλις ξεκίνησαν, ξαναφάνηκε τό ἄστρο πού εἶχαν δεῖ ν΄ ἀνατέλλει μέ τή γέννηση τοῦ παιδιοῦ, καί προχωροῦσε μπροστά τους· τελικά ἦρθε καί στάθηκε πάνω ἀπό τόν τόπο ὅπου βρισκόταν τό παιδί. Χάρηκαν πάρα πολύ πού εἶδαν ξανά τό ἀστέρι. Ὅταν μπῆκαν στό σπίτι, εἶδαν τό παιδί μέ τή Μαρία, τή μητέρα του, κι ἔπεσαν στή γῆ καί τό προσκύνησαν. Ὕστερα ἄνοιξαν τούς θησαυρούς τους καί τοῦ πρόσφεραν δῶρα: χρυσάφι, λιβάνι καί σμύρνα. Ὁ Θεός ὅμως τούς πρόσταξε στό ὄνειρό τους νά μήν ξαναγυρίσουν στόν Ἡρώδη· γι΄ αὐτό ἔφυγαν γιά τήν πατρίδα τους ἀπό ἄλλο δρόμο.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου