Το Ευαγγελικό Ανάγνωσμα της Κυριακής της Μεταμορφώσεως του Σωτήρος Χριστού (Ματθ. ιζ΄ 1-9)
Τῷ καιρῷ ἐκείνῳ, παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. Καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας μετ’ αὐτοῦ συλλαλοῦντες. Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ. Ἒτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε· Καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· Ἐγέρθητε καὶ μὴ φοβεῖσθε.
Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον. Καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
Απόδοση σε νεολληνική το Ευαγγέλιο Κυριακής της Μεταμορφώσεως του Σωτήρος Χριστού
Εκεῖνο τό καιρό, παίρνει ὁ Ἰησοῦς μαζί του τόν Πέτρο, τόν Ἰάκωβο καί τόν Ἰωάννη, τόν ἀδερφό του, καί τούς ἀνεβάζει σ΄ ἕνα ψηλό βουνό. Ἐκεῖ μεταμορφώθηκε μπροστά τους· ἔλαμψε τό πρόσωπό του σάν τόν ἥλιο καί τά ἐνδύματα του ἔγιναν ἄσπρα σάν τό φῶς. Τότε ἐμφανίστηκε σ΄ αὐτούς ὁ Μωυσῆς καί ὁ Ἠλίας, καί συνομιλοῦσαν μέ τόν Ἰησοῦ!. «Κύριε, εἶναι ὡραῖα νά μείνουμε ἐδῶ!» εἶπε ὁ Πέτρος στόν Ἰησοῦ. «Νά κάνουμε, ἄν θέλεις, ἐδῶ τρεῖς σκηνές: μία γιά σένα, μία γιά τό Μωυσῆ καί μία γιά τόν Ἠλία». Ἐνῶ μιλοῦσε ἀκόμα, ἕνα φωτεινό σύννεφο τούς σκέπασε, καί μέσα ἀπό τό σύννεφο ἀκούστηκε μία φωνή πού ἔλεγε: «Αὐτός εἶναι ὁ ἀγαπημένος μου Υἱός, ὁ ἐκλεκτός μου· αὐτόν νά ἀκοῦτε». Ὅταν τό ἄκουσαν οἱ μαθητές, ἔπεσαν μέ τό πρόσωπο στή γῆ καί φοβήθηκαν πολύ. Τούς πλησίασε τότε ὁ Ἰησοῦς, τούς ἄγγιξε καί τούς εἶπε: «Σηκωθεῖτε καί μή φοβόσαστε».
Σήκωσαν τότε τά μάτια τους καί δέν εἶδαν κανέναν ἄλλο, παρά τόν ἴδιο τόν Ἰησοῦ μόνο του. Ἐνῶ κατέβαιναν ἀπό τό βουνό, τούς πρόσταξε: «Μήν πεῖτε σέ κανέναν αὐτό πού εἴδατε, ὥσπου ν΄ ἀναστηθεῖ ὁ Υἱός τοῦ Ἀνθρώπου ἀπό τούς νεκρούς».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου