Translate

Σάββατο 2 Δεκεμβρίου 2023

Ο Απόστολος Κυριακής ΙΔ´ Λουκά 3-12-2023 (Ἐφεσ. ε΄ 8-19)

Το Αποστολικό Ανάγνωσμα της Κυριακής ΙΔ´ Λουκά



Αδελφοί, ὡς τέκνα φωτὸς περιπατεῖτε· ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ· δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι.

Διὸ λέγει· Ἒγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ’ ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.

Απόδοση σε νεοελληνική ο Απόστολος Κυριακής ΙΔ´ Λουκά

Αδελφοί, νά ζεῖτε σάν ἄνθρωποι πού ἀνήκουν στό φῶς. Γιατί ἡ ζωή ἐκείνων πού ὁδηγοῦνται ἀπό τό Ἅγιο Πνεῦμα διακρίνεται γιά τήν ἀγαθότητα, τή δικαιοσύνη καί τήν ἀλήθεια. Νά ἐξετάζετε τί ἀρέσει στόν Κύριο. Καί νά μή συμμετέχετε στά σκοτεινά κι ἀνώφελα ἔργα τῶν ἄλλων, ἀλλά νά τά ξεσκεπάζετε. Γι΄ αὐτά πού κάνουν ἐκεῖνοι στά κρυφά, εἶναι ντροπή ἀκόμα καί νά μιλᾶμε. Ὅταν ὅμως ὅλα αὐτά ἔρχονται στό φῶς, ἀποκαλύπτεται ἡ ἀληθινή τους φύση. Γιατί ὅ,τι φανερώνεται γίνεται κι αὐτό φῶς.

Γι΄ αὐτό λέει ἕνας ὕμνος: «Ξύπνα ἐσύ πού κοιμᾶσαι, ἀναστήσου ἀπό τούς νεκρούς, καί θά σέ φωτίσει ὁ Χριστός». Προσέχετε, λοιπόν, πώς ζεῖτε· μή ζεῖτε ὡς ἀσύνετοι ἀλλά ὡς συνετοί. Νά χρησιμοποιεῖτε σωστά τό χρόνο σας, γιατί ζοῦμε σέ πονηρούς καιρούς. Γι΄ αὐτό μήν εἶστε ἄφρονες, ἀλλά ν΄ ἀντιλαμβάνεστε τι θέλει ὁ Κύριος ἀπό σας. Νά μή μεθᾶτε μέ κρασί, πού ὁδηγεῖ στήν ἀσωτεία, ἀλλά νά γεμίζετε μέ τό Πνεῦμα τοῦ Θεοῦ. Νά τραγουδᾶτε στίς συνάξεις σας ψαλμούς καί ὕμνους καί πνευματικές ὠδές· νά ψάλλετε μέ τήν καρδιά σας στόν Κύριο.

Δεν υπάρχουν σχόλια: