Ἐν ταῖς ἡμέραις ἐκεῖναις, διὰ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος· τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾿ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός· μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε καὶ γυναικῶν, ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλὴμ φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες. Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε· πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ρήματα τῆς ζωῆς ταύτης.
Ἀπόδοση σέ ἁπλή γλῶσσα
Τίς ἡμέρες ἐκεῖνες, μὲ τὰ χέρια τῶν ἀποστόλων ἐγίνοντο πολλὰ θαύματα καὶ τέρατα μεταξὺ τοῦ λαοῦ· καὶ ἐσυνήθιζαν νὰ συγκεντρώνονται ὅλοι μὲ μιὰ ψυχὴ στὴν στοὰ τοῦ Σολομῶντος. Ἀπὸ τοὺς ἄλλους κανεὶς δὲν τολμοῦσε νὰ προσκολληθῇ σ’ αὐτούς, ὁ λαός ὅμως τοὺς ἔτρεφε μεγάλην ὑπόληψη· ἀκόμη δὲ περισσότερον, προστίθενταν πλήθη ἀνδρῶν καὶ γυναικῶν ποὺ πίστευαν στὸν Κύριο. Ἀκόμη καὶ τοὺς ἀσθενεῖς ἔφερναν στὶς πλατεῖες καὶ τοὺς ἔβαζαν σὲ κρεββάτια καὶ φορεῖα ὥστε, ὅταν θὰ περνοῦσε ὁ Πέτρος, νὰ πέσῃ ἔστω καὶ ἡ σκιά του σὲ κάποιον ἀπὸ αὐτούς. Μαζευότανε καὶ ὁ κόσμος ἀπὸ τίς πέριξ πόλεις στὴν Ἱερουσαλὴμ καὶ ἔφερναν τοὺς ἀσθενεῖς καὶ ὅσους βασανίζονταν ἀπὸ πνεύματα ἀκάθαρτα, καὶ ὅλοι θεραπεύονταν. Τότε σηκώθηκε ὁ ἀρχιερέας καὶ ὅλοι ὅσοι ἦσαν μαζί του, δηλαδὴ τὸ κόμμα τῶν Σαδδουκαίων, καὶ γεμάτοι ἀπὸ φθόνον ἔβαλαν τὰ χέρια τους ἐπάνω στοὺς ἀποστόλους καὶ τοὺς φυλάκισαν δημοσίᾳ. Ἀλλὰ ἄγγελος Κυρίου ἄνοιξε τὴν νύχτα τὶς πόρτες τῆς φυλακῆς, τοὺς ἔβγαλε ἔξω καὶ εἶπε, «Πηγαίνετε, σταθῆτε στὸν ναὸ καὶ μιλῆστε στὸν λαὸν γιὰ τὴν νέα αὐτὴ ζωή»
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου