Translate

Τετάρτη 10 Μαρτίου 2021

Ευαγγελικά αναγνώσματα 2021 με απόδοση στα νέα ελληνικά. Το Ευαγγέλιο και ο Απόστολος για αύριο Πέμπτη 11 Μαρτίου 2021.

 Πέμπτη 11 Μαρτίου 2021

Άγιος Σωφρόνιος Πατριάρχης Ιεροσολύμων


Το Ευαγγέλιο για αύριο Πέμπτη 11 Μαρτίου 2021

ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΓ´ 1 – 31

1 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον. 2 ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος καὶ κωλύοντα Καίσαρι φόρους διδόναι, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι. 3 ὁ δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Σὺ λέγεις. 4 ὁ δὲ Πιλᾶτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους ὅτι οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. 5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τὸν λαὸν διδάσκων καθ’ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε. 6 Πιλᾶτος δὲ ἀκούσας Γαλιλαίαν ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστι· 7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. 8 ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν· ἦν γὰρ ἐξ ἱκανοῦ θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν αὐτὸν πολλὰ περὶ αὐτοῦ, καὶ ἤλπιζέ τι σημεῖον ἰδεῖν ὑπ’ αὐτοῦ γινόμενον. 9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.

10 εἱστήκεισαν δὲ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐντόνως κατηγοροῦντες αὐτοῦ. 11 ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας, περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. 12 ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ’ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς. 13 Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν 14 εἶπε πρὸς αὐτούς· Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ’ αὐτοῦ. 15 ἀλλ’ οὐδὲ Ἡρῴδης· ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτὸν· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶ πεπραγμένον αὐτῷ. 16 παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 17 ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. 18 ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν Βαραββᾶν· 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βεβλημένος εἰς τὴν φυλακὴν.

20 πάλιν οὖν ὁ Πιλᾶτος προσεφώνησε, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. 21 οἱ δὲ ἐπεφώνουν λέγοντες· Σταύρωσον σταύρωσον αὐτόν. 22 ὁ δὲ τρίτον εἶπε πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν ἄξιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων. 24 ὁ δὲ Πιλᾶτος ἐπέκρινε γενέσθαι τὸ αἴτημα αὐτῶν, 25 ἀπέλυσε δὲ αὐτοῖς τὸν Βαραββᾶν τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακὴν, ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκε τῷ θελήματι αὐτῶν. 26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνός τινος Κυρηναίου, ἐρχομένου ἀπ’ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὀπίσω τοῦ Ἰησοῦ. 27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν, αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. 28 στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπε· Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ’ ἐμέ, πλὴν ἐφ’ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. 29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσι· μακάριαι αἱ στεῖραι καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν, καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν. 30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσι, πέσετε ἐφ’ ἡμᾶς, καὶ τοῖς βουνοῖς, καλύψατε ἡμᾶς· 31 ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;

ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΓ´ 33 – 33

33 Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν.


ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΓ´ 44 – 56

44 ἦν δὲ ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης, τοῦ ἡλίου ἐκλειπόντος, 45 καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον· 46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε· Πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου· καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν. 47 ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον ἐδόξασε τὸν Θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. 48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον. 49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα. 50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ, βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος

51 – οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν – ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ, 52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, 53 καὶ καθελὼν αὐτὸ ἐνετύλιξε σινδόνι καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδεὶς οὐδέπω κείμενος· 54 καὶ ἡμέρα ἦν παρασκευὴ, σάββατον ἐπέφωσκε. 55 Κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, 56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.

Ερμηνευτική απόδοση Παναγιώτη Ν. Τρεμπέλα

ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΓ´ 1 – 31

1 Καὶ ἀφοῦ ἐσηκώθη ὅλον τὸ πλῆθος τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, ποὺ ἀπετέλουν τὸ συνέδριον, ἔφεραν τὸν Ἰησοῦν εἰς τὸν Πιλᾶτον. 2 Ἤρχισαν δὲ νὰ τὸν κατηγοροῦν καὶ νὰ λέγουν· Αὐτὸν τὸν ηὕραμε νὰ διαστρέφῃ καὶ νὰ παρακινῇ εἰς ἐπανάστασιν τὸ ἔθνος καὶ νὰ ἐμποδίζῃ νὰ δίδωμεν φόρους εἰς τὸν Καίσαρα. Καὶ ὅλα αὐτὰ τὰ ἔκαμε, διότι λέγει διὰ τὸν ἑαυτόν του, ὅτι εἶναι ὁ Χριστός, δηλαδὴ εἶναι βασιλεύς. 3 Ὁ δὲ Πιλᾶτος ἠρώτησε τὸν Ἰησοῦν καὶ τοῦ εἶπε· Σὺ ὁ ἀβοήθητος καὶ ἐγκαταλελειμμένος εἶσαι ὁ βασιλεὺς τῶν Ἰουδαίων; Ὁ δὲ Ἰησοῦς τοῦ ἀπεκρίθη καὶ εἶπεν· Τὸ λέγεις καὶ σὺ ὅτι εἶμαι ὁ βασιλεὺς τῶν Ἰουδαίων. Ἡ βασιλεία μου ὅμως δὲν εἶναι, ὅπως τὴν ἐννοεῖς σὺ καὶ οἱ κατήγοροί μου. 4 Ὁ δὲ Πιλᾶτος εἶπε πρὸς τοὺς ἀρχιερεῖς καὶ τὰ πλήθη τοῦ λαοῦ· Δὲν εὑρίσκω τίποτε τὸ ἔνοχον καὶ ἀξιοκατάκριτον εἰς τὸν ἄνθρωπον αὐτόν. 5 Ἀλλ’ αὐτοὶ μὲ δύναμιν καὶ ἐπιμονὴν μεγαλυτέραν κατηγόρουν τὸν Ἰησοῦν καὶ ἔλεγαν, ὅτι ἀναστατώνει τὸν λαόν, καὶ διδάσκει τὸ ἐπαναστατικόν του κήρυγμα εἰς ὅλην τὴν Ἰουδαίαν, διότι τὸ ἤρχισεν ἀπὸ τὴν Γαλιλαῖαν καὶ τὸ μετέφερεν ἕως ἐδῶ. 6 Ὁ Πιλᾶτος δέ, ὅταν ἤκουσε τὴν λέξιν Γαλιλαίαν, ἠρώτησεν ἐὰν ὁ ἄνθρωπος εἶναι Γαλιλαῖος.

7 Καὶ ὅταν ἐπληροφορήθη ὅτι ὁ Ἰησοῦς εἶναι ἀπὸ τὴν ἐπαρχίαν τῆς ἐξουσίας καὶ δικαιοδοσίας τοῦ Ἡρῴδου, τὸν παρέπεμψεν εἰς τὸν Ἡρῴδην, ποὺ ἦτο καὶ αὐτὸς εἰς τὰ Ἱεροσόλυμα κατὰ τὰς ἡμέρας αὐτὰς τοῦ Πάσχα. 8 Ὁ δὲ Ἡρῴδης, ὅταν εἶδε τὸν Ἰησοῦν, ἐχάρη πολύ· διότι ἐπεθύμει ἀπὸ πολὺν καιρὸν νὰ τὸν ἴδῃ, ἐπειδὴ ἤκουε πολλὰ δι’ αὐτὸν καὶ ἤλπιζε τώρα νὰ ἴδῃ κάποιο θαῦμα νὰ γίνεται ὑπ’ αὐτοῦ. 9 Τὸν ἠρώτα δὲ ὁ Ἡρῴδης καὶ τοῦ προέβαλλε ζητήματα καὶ ἐρωτήσεις πολλάς. Ὁ Ἰησοῦς ὅμως οὐδεμίαν ἀπόκρισιν ἔδωκεν εἰς αὐτόν. 10 Ἔστεκαν δὲ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς καὶ μὲ ἐπιμονὴν καὶ ζωηρότητα κατηγόρουν τὸν Ἰησοῦν. 11 Ἀφοῦ δὲ τὸν ἐξηυτέλισεν ὁ Ἡρῴδης μαζὶ μὲ τὸ στράτευμά του καὶ ἀφοῦ τὸν ἐνέπαιξε, τὸν ἐνέδυσε πρὸς μεγαλύτερον ἐμπαιγμόν λαμπρὰν ἡγεμονικὴν στολὴν καὶ τὸν ἔστειλε πάλιν εἰς τὸν Πιλᾶτον. 12 Μὲ τὴν κολακευτικὴν δὲ ταύτην φιλοφροσύνην, ποὺ ἔκαμεν ὁ Πιλᾶτος ἀποστείλας εἰς τὸν Ἡρῴδην τὸν Ἰησοῦν, συνεφιλιώθησαν κατ’ αὐτὴν τὴν ἡμέραν μεταξύ των καὶ οἱ δύο, καὶ ὁ Πιλᾶτος δηλαδὴ καὶ ὁ Ἡρῴδης, διότι προτήτερα εἶχαν ἔχθραν μεταξύ των. 13 Ὁ Πιλᾶτος δὲ ἀφοῦ συνεκάλεσε τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαόν, 14 εἶπε πρὸς αὐτούς· Μοῦ ἔφερατε τὸν ἄνθρωπον αὐτὸν καὶ τὸν ἐκατηγορήσατε, ὅτι ἀποτρέπει καὶ ἀπομακρήνει τὸν λαὸν ἀπὸ τὴν ὑπακοὴν καὶ νομιμοφροσύνην πρὸς τὸν Καίσαρα. Καὶ ἰδοὺ ἐγώ, ἀφοῦ τὸν ἀνέκρινα ἐμπρός σας, δὲν ηὗρα εἰς τὸν ἄνθρωπον αὐτὸν τίποτε τὸ ἔνοχον καὶ ἀξιοκατάκριτον ἀπὸ ὅλα αὐτά, ποὺ τὸν κατηγορεῖτε.

15 Ἀλλ’ οὔτε ὁ Ἡρῴδης εὗρεν ἐνοχήν. Καὶ ἡ ἀνάκρισις αὐτὴ τοῦ Ἡρῴδου ἦτο σοβαρά, διότι ἔστειλα πρὸς αὐτὸν καὶ σᾶς διὰ νὰ διατυπώσετε μόνοι σας τὰς κατηγορίας εἰς τὸν Ἡρῴδην. Καὶ ἰδοὺ ἀπεδείχθη, ὅτι δὲν ἔχει διαπραχθῇ ἀπὸ αὐτὸν κανὲν ἔγκλημα ἄξιον τῆς ποινῆς τοῦ θανάτου. 16 Λοιπόν, ἀφοῦ τοῦ ἐπιβάλω κάποιαν σωφρονιστικὴν ποινὴν καὶ τὸν μαστιγώσω, θὰ τὸν ἀπολύσω. 17 Ὑπεχρεοῦτο δὲ ὁ Πιλᾶτος ἀπὸ ἔθιμον κάθε ἑορτὴν τοῦ Πάσχα νὰ ἀφίνῃ ἐλεύθερον πρὸς χάριν αὐτῶν ἕνα φυλακισμένον. 18 Ἐφώναξε δὲ ὅλον μαζὶ τὸ πλῆθος καὶ εἶπαν· Σήκωσε αὐτὸν ἀπὸ τὸ μέσον· θανάτωσέ τον, ἄφησέ μας δὲ ἐλεύθερον τὸν Βαραββάν, 19 ὁ ὁποῖος εἶχε ριφθῇ εἰς τὴν φυλακὴν διὰ κάποιαν στάσιν, ποὺ ἔγινεν εἰς τὴν πόλιν τῶν Ἱεροσολύμων, καὶ διὰ κάποιον φόνον. 20 Πάλιν λοιπὸν ὁ Πιλᾶτος ἐφώναξε καὶ ὡμίλησε πρὸς τὸν λαόν, ἐπειδὴ ἤθελε νὰ ἀφήσῃ ἐλεύθερον τὸν Ἰησοῦν. 21 Αὐτοὶ ὅμως ἐφώναζαν δυνατὰ καὶ ἔλεγον· Σταύρωσον, σταύρωσον αὐτόν. 22 Ὁ δὲ Πιλᾶτος διὰ τρίτην φορὰν τοὺς εἶπε· θὰ τὸν ἀφήσω ἐλεύθερον καὶ δὲν θὰ τὸν σταυρώσω. Διότι τί κακὸν ἔκαμεν αὐτός; Δὲν εὗρον εἰς αὐτὸν τίποτε τὸ ἄξιον τῆς ποινῆς τοῦ θανάτου. Θὰ τὸν μαστιγώσω λοιπὸν καὶ θὰ τὸν ἀφήσω ἐλεύθερον. 23 Αὐτοὶ ὅμως ἐπέμενον μὲ μεγάλας φωνὰς καὶ ἐζήτουν νὰ σταυρωθῇ οὗτος. Καὶ ὑπερίσχυον αἱ φωναὶ αὐτῶν καὶ τῶν ἀρχιερέων, ὥστε νὰ μὴ ἀκούεται ἡ φωνὴ τοῦ Πιλάτου. 24 Ὡς ἐκ τούτου δὲ ὁ Πιλᾶτος ἔβγαλε τὴν ὁριστικὴν ἀπόφασιν νὰ γίνῃ αὐτό, ποὺ ἐζήτουν. 25 Τοὺς ἀφῆκε δὲ ἐλεύθερον τὸν Βαραββᾶν, ὁ ὀποῖος εἶχε ριφθῇ εἰς τὴν φυλακὴν διὰ στάσιν καὶ φόνον, καὶ τοῦ ὁποίου τὴν ἀπόλυσιν ἐζήτουν οἱ Ἰουδαῖοι, τὸν δὲ Ἰησοῦν παρέδωκε νὰ τὸν κάνουν ὅ,τι αὐτοὶ ἤθελαν, δηλαδὴ νὰ τὸν σταυρώσουν.

26 Καὶ ὅταν τὸν ἐπήγαιναν εἰς τὸν τόπον τῆς σταυρώσεως, ἐπειδὴ ὁ Ἰησοῦς εἶχεν ἑξαντληθῇ καὶ δὲν ἄντεχε πλέον νὰ βαστάζῃ τὸν σταυρόν του, ἔπιασαν κάποιον Σίμωνα Κυρηναῖον, ποὺ ἤρχετο ἀπὸ τὸ χωράφι, καὶ ἔβαλαν ἐπὶ τῶν ὤμων του τὸν σταυρόν, διὰ νὰ τὸν φέρῃ ὀπίσω ἀπὸ τὸν Ἰησοῦν 27 Τὸν ἠκολούθει δὲ πολὺ πλῆθος λαοῦ καὶ γυναικῶν, αἱ ὁποῖαι ἐστηθοκοποῦντο καὶ τὸν ἔκλαιον. 28 Ἀφοῦ δὲ ἔστρεψε πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπε· Γυναῖκες, κάτοικοι τῆς Ἱερουσαλήμ, μὴ κλαίετε δι’ ἐμέ, ἀλλὰ κλαίετε τοὺς ἑαυτούς σας καὶ τὰ παιδιά σας. 29 Διότι ἰδού, ἔρχονται ἡμέραι, κατὰ τὰς ὁποίας θὰ εἶπουν· Καλότυχες εἶναι αἱ στεῖραι γυναῖκες καὶ κοιλίαι, ποὺ δὲν ἐγέννησαν, καὶ μαστοὶ ποὺ δὲν ἐθήλασαν μικρά. Διότι ἐκεῖναι, ποὺ θὰ ἔχουν παιδιά, θὰ θλίβονται πολύ, ἐπειδὴ θὰ αἰσθάνωνται τὴν δυστυχίαν καὶ τὰ δεινὰ τῶν παιδιῶν τους. 30 Τότε κατὰ τὰς ἡμέρας ἐκείνας, ἐπειδὴ δὲν θὰ ἡμποροῦν νὰ ὑποφέρουν τὰ δεινά, θὰ ἀρχίσουν νὰ λέγουν εἰς τὰ ὅρη· πέσατε ἐπάνω μας· Καὶ εἰς τὰ βουνὰ θὰ λέγουν· σκεπάσατέ μας, νὰ ἀποθάνωμεν διὰ μιᾶς καὶ νὰ γλυτώσωμεν ἀπὸ τὰ ἀνυπόφορα βάσανα. 31 Καὶ θὰ εἶναι πράγματι ἀνυπόφορα τὰ βάσανα, διότι ἐὰν εἰς ἐμέ, ποὺ εἶμαι ἀθῷος καὶ ὁμοιάζω πρὸς χλωρὸν δένδρον, ἐπειδὴ ἔχω θείαν ζωήν, κάνουν αὐτὰ οἱ Ρωμαῖοι, εἰς σᾶς, ποὺ εἶσθε δένδρον ξηρὸν καὶ νεκρὸν ἕνεκα τῆς ἁμαρτίας, τί θὰ συμβῇ;

ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΓ´ 33 – 33

33 Καὶ ὅταν ἔφθασαν εἰς τὸν τόπον, ποὺ λόγω τοῦ ἐξωτερικοῦ σχήματός του ἐλέγετο κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, τὸν ἕνα μὲν δεξιὰ τοῦ Ἰησοῦ, τὸν ἄλλον δὲ ἀριστερά.

ΚΑΤΑ ΛΟΥΚΑΝ ΚΓ´ 44 – 56

44 Ἦτο δὲ ὥρα περίπου ἓξ ἀπὸ τὴν ἀνατολὴν τοῦ ἡλίου, δηλαδὴ μεσημβρία. Καὶ ἔγινε σκότος εἰς ὅλην τὴν γῆν ἕως τὰς τρεῖς τὸ ἀπόγευμα, καὶ ἐσκοτείνιασεν ὁ ἥλιος. 45 Καὶ ἐσχίσθη εἰς τὸ μέσον τὸ παραπέτασμα, ποὺ ἐχώριζεν εἰς τὸν ναὸν τὰ Ἅγια ἀπὸ τὰ Ἅγια τῶν Ἁγίων. 46 Καὶ ἐφώναξε μὲ φωνὴν μεγάλην ὁ Ἰησοῦς καὶ εἶπε· Πάτερ, γεμᾶτος ἐλπίδα καὶ ἐμπιστοσύνην εἰς σέ, παραδίδω εἰς τὰς χεῖρας σου τὴν λογικὴν καὶ ἀθάνατον ψυχήν μου. Καὶ ἀφοῦ εἶπε τοὺς λόγους αὐτούς, ἐξεψύχησεν. 47 Ὅταν δὲ εἶδεν ὁ ἑκατόνταρχος αὐτὸ ποὺ ἔγινε, τὸ σκότος δηλαδὴ καὶ τὸν σεισμόν, ἀλλὰ καὶ τὸν τρόπον, μὲ τὸν ὁποῖον ὁ Χριστός, ὡς ἄνθρωπος ποὺ ὥριζε τὴν ζωήν του, παρέδωκε τὸ πνεῦμα του εἰς τὸν Πατέρα του, ἐδόξασε τὸν Θεὸν μὲ τὴν ὁμολογίαν αὐτήν, ποὺ εἶπε· Πράγματι αὐτὸς ὁ ἄνθρωπος ἦτο δίκαιος καὶ δὲν ἠπατᾶτο, ὅταν ἔλεγε τὸν ἑαυτόν του Υἱὸν τοῦ Θεοῦ.

48 Καὶ ὅλα τὰ πλήθη τοῦ λαοῦ, ποὺ εἶχαν ἔλθει μαζὶ ἐκ περιεργείας διὰ νὰ ἴδουν τὸ θέαμα αὐτὸ τῆς θανατικῆς ἐκτελέσεως, ὅταν εἶδαν ὅσα ἔγιναν, ἐγύριζαν ὀπίσω εἰς τὴν πόλιν κτυπῶντες τὰ στήθη των εἰς ἐκδήλωσιν λύπης καὶ μετανοίας. 49 Ὅλοι δὲ οἱ γνωστοί του καθὼς καὶ αἱ γυναῖκες, ποὺ τὸν ἠκολούθησαν μαζὶ ἀπὸ τὴν Γαλιλαίαν, ἐστέκοντο ἀπὸ μακρυὰ καὶ ἔβλεπαν καὶ τὰ περιστατικὰ τῆς σταυρώσεως τοῦ Κυρίου καὶ τὰ σημεῖα, ποὺ ἐτρόμαξαν ὅλους, καὶ τὴν ἐπάνοδον τῶν ἀνθρώπων, ποὺ ἐκτύπων τὰ στήθη των. 50 Καὶ ἰδοὺ παρουσιάζεται ἕνας ἄνθρωπος, ποὺ ἐλέγετο Ἰωσήφ, ὁ ὁποῖος ἦτο βουλευτής, μέλος τοῦ ἰουδαϊκοῦ συνεδρίου δηλαδή, ἄνθρωπος καλὸς καὶ εὐεργετικός, συγχρόνως δὲ καὶ ἐνάρετος. 51 Αὐτὸς δὲν εἶχε συμφωνήσει εἰς τὴν ἀπόφασιν, ποὺ ἔλαβαν κατὰ τοῦ Ἰησοῦ καὶ οὔτε εἰς τὰ μέτρα καὶ τὴν ἐνέργειάν των, διὰ τῶν ὁποίων ἐξησφάλισαν τὴν ἐπικύρωσιν καὶ τὴν ἐκτέλεσιν τῆς ἀποφάσεως. Ἦτο δὲ ἀπὸ τὴν πόλιν τῶν Ἰουδαίων Ἀριμαθαίαν καὶ εἶχε πιστεύσει εἰς τὸ περὶ βασιλείας τοῦ Θεοῦ κήρυγμα τοῦ Ἰησοῦ καὶ ἐπερίμενε καὶ αὐτὸς μαζὶ μὲ τόσους ἄλλους μαθητὰς τὴν βασιλείαν ταύτην.

52 Ὁ διακεκριμένος λοιπὸν καὶ ἐνάρετος αὐτὸς ἄνθρωπος παρουσιάσθη εἰς τὸν Πιλᾶτον καὶ ἐζήτησε τὸ σῶμα τοῦ Ἰησοῦ. 53 Καὶ ἀφοῦ τὸ ἐκατέβασεν ἀπὸ τὸν σταυρόν, τὸ ἐτύλιξεν εἰς σινδόνα καὶ τὸ ἔθεσεν εἰς μνημεῖον σκαλισμένον μέσα εἰς βράχον, εἰς τὸ ὁποῖον κανεὶς ἀκόμη δὲν εἶχε ἀποτεθῇ καὶ ταφῇ. 54 Καὶ ἦτο ἡμερα Παρασκευή· διότι δὲν εἶχε δύσει ἀκόμη ὁ ἥλιος. Ἐπλησίαζεν ὅμως μὲ τὸ ἐσπερινὸν φῶς νὰ ἀρχίσῃ τὸ Σάββατον. 55 Παρηκολούθησαν δὲ μέχρι τέλους τὴν ταφὴν αἱ γυναῖκες, αἱ ὁποῖαι εἶχον ἔλθει μαζὶ μὲ τὸν Ἰησοῦν ἀπὸ τὴν Γαλιλαῖαν καὶ παρετήρησαν μὲ προσοχὴν τὴν τοποθεσίαν τοῦ μνημείου, καθὼς καὶ τὸ πῶς, σαβανωμένον καὶ τυλιγμένον εἰς τὴν σινδόνα, ἐτέθη εἰς αὐτὸ τὸ σῶμα τοῦ Ἰησοῦ. 56 Ἀφοῦ δὲ ἐπέστρεψαν εἰς τὴν πόλιν, ἐτοίμασαν πρὸ τῆς δύσεως τοῦ ἡλίου βοτάνια ἀρωματικὰ καὶ ἔλαια εὐώδη. Καὶ κατὰ μὲν τὸ Σάββατον ἡσύχασαν σύμφωνα μὲ τὴν ἐντολήν, ποὺ ἐπιβάλλει ἀργίαν κατὰ τὸ Σάββατον.

Ο Απόστολος για αύριο Πέμπτη 11 Μαρτίου 2021

ΕΠΙΣΤΟΛΗ ΙΟΥΔΑ Α´ 11 – 25

11 οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο. 12 Οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι ὑπὸ ἀνέμων παραφερόμεναι, δένδρα φθινοπωρινὰ ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα, 13 κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς τὸν αἰῶνα τετήρηται. 14 προεφήτευσε δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἑνὼχ λέγων· ἰδοὺ ἦλθε Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ, 15 ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς αὐτῶν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ’ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.

16 Οὗτοί εἰσι γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν. 17 Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 18 ὅτι ἔλεγον ὑμῖν ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. 19 Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, Πνεῦμα μὴ ἔχοντες. 20 Ὑμεῖς δέ, ἀγαπητοί, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτοὺς, ἐν Πνεύματι ἁγίῳ προσευχόμενοι, 21 ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ζωὴν αἰώνιον. 22 καὶ οὓς μὲν ἐλεεῖτε διακρινόμενοι, 23 οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ τοῦ πυρὸς ἁρπάζοντες, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα. 24 Τῷ δὲ δυναμένῳ φυλάξαι αὐτοὺς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει, 25 μόνῳ σοφῷ Θεῷ σωτῆρι ἡμῶν, δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας· ἀμήν.

Ερμηνευτική απόδοση Παναγιώτη Ν. Τρεμπέλα

ΕΠΙΣΤΟΛΗ ΙΟΥΔΑ Α´ 11 – 25

11 Ἀλλοίμονον εἰς αὐτούς, διότι ἠκολούθησαν τὸν δρόμον τοῦ Κάϊν καὶ φονεύουν ἠθικῶς τοὺς ἀδελφούς των μὲ τὰς ψευδοδιδασκαλίας των. Ἀλλοίμονόν τους, διότι ἐρρίφθησαν ἀσυγκράτητοι εἰς τὴν πλάνην τοῦ Βαλαὰμ ἕνεκα ὑλικοῦ κέρδους καὶ ἐχάθησαν εἰς τὸν ὄλεθρον τῆς Ἀντιλογίας καὶ ἀπειθείας τοῦ Κορέ. 12 Αὐτοὶ εἶναι μιάσματα εἰς τὰ κοινά σας δεῖπνα τὰ συνδεδεμένα μὲ τὴν θείαν Εὐχαριστίαν. Συντρώγουν μαζί σας ἐκεῖ χωρὶς κανένα φόβον. Αὐτοὶ δὲν ποιμαίνουν τὸ χριστιανικὸν ποίμνιον, ἀλλὰ ποιμαίνουν τοὺς ἑαυτούς των καὶ παχύνονται εἰς βάρος τοῦ ποιμνίου. Εἶναι σύννεφα χωρὶς νερό, ποὺ σπρώχνονται μὲ βίαν ἀπὸ τοὺς ἀνέμους τῆς πλανημένης διδασκαλίας καὶ τῶν ἀσυγκράτητων παθῶν των. Εἶναι δένδρα τοῦ φθινοπώρου, ποὺ δὲν ἔχουν ἐπάνω τους οὔτε φύλλα· δένδρα ποὺ δὲν εἶναι δυνατὸν νὰ παραγάγουν καρπόν, τὰ ὁποῖα ἀπέθανον καὶ ἐξεράθησαν δύο φοράς, μίαν προτοῦ νὰ πιστεύσουν καὶ ἄλλην μίαν μετὰ τὴν ἐπιστροφήν τους εἰς τὸν Χριστόν· δένδρα ποὺ ἐξερριζώθησαν, διότι ἀπεκόπησαν ἀπὸ τὸν Χριστόν.

13 Εἶναι κύματα ἄγρια θαλάσσης, τὰ ὁποῖα ὡς ἀφρὸν ἀηδῆ χύνουν ἔξω ἀπὸ τὰς ταρασσομένας ὑπὸ τῶν παθῶν τῆς ἁμαρτίας καρδίας των τὰς αἰσχρὰς πράξεις των, ποὺ προκαλοῦν ἐντροπήν. Εἶναι ἀστέρες ποὺ ἐξέφυγαν ἀπὸ τὴν τροχιάν τους καὶ πλανῶνται ἐδῶ καὶ ἐκεῖ, ἐξαπατῶντες τοὺς ταξιδιώτας ποὺ ζητοῦν νὰ ὁδηγηθοῦν ἀπὸ αὐτούς. Εἰς αὐτοὺς ἔχει ἐπιφυλαχθῆ ὡς αἰωνία τιμωρία των τὸ πυκνὸν σκότος τοῦ Ἅδου. 14 Ἐπροφήτευσε δὲ καὶ δι’ αὐτοὺς ὁ Ἐνώχ, ποὺ ἀναφέρεται εἰς τοὺς γενεαλογικοὺς καταλόγους ἕβδομος ἀπὸ τὸν Ἀδὰμ καὶ εἶπε· Ἰδοὺ θὰ ἔλθῃ ὠρισμένως ὁ Κύριος συνοδευόμενος ἀπὸ τὰς πολυπληθεῖς ἁγίας στρατιάς του, 15 διὰ νὰ κάμῃ κρίσιν ἐναντίον ὅλων τῶν ἁμαρτωλῶν καὶ διὰ νὰ ἐλέγξῃ ὅλους τοὺς ἀσεβεῖς ἐξ αὐτῶν δι’ ὅλα τὰ ἔργα τῆς ἀσεβείας των, τὰ ὁποῖα ἀσεβοῦντες πρὸς τὸν Θεόν διέπραξαν, καὶ δι’ ὅλους τοὺς βλασφήμους λόγους καὶ τὰς διδασκαλίας, ποὺ ἐλάλησαν κατ’ αὐτοῦ ἄνθρωποι, οἱ ὁποῖοι μὲ ἀσέβειαν καὶ χωρὶς φόβον Θεοῦ ἁμαρτάνουν. 16 Αὐτοὶ γογγύζουν καὶ μεμψιμοιροῦν κατὰ τοῦ Θεοῦ καὶ τῆς προνοίας του, συμπεριφερόμενοι σύμφωνα πρὸς τὰς πονηρὰς καὶ ἀχορτάστους ἐπιθυμίας των. Καὶ τὸ στόμα τους λαλεῖ λόγους ὑπερηφάνους καὶ ἀλαζονικούς, καὶ κολακεύουν μὲ ὑποκριτικὸν θαυμασμὸν πρόσωπα πλούσια καὶ ἰσχυρὰ διὰ τὰ ὑλικὰ ὀφέλη, ποὺ περιμένουν να καρπωθοῦν ἀπὸ αὐτά.

17 Σεῖς ὅμως, ἀγαπητοί, ἐνθυμηθῆτε τοὺς λόγους, ποὺ ἔχουν προρρηθῆ ἀπὸ τοὺς ἀποστόλους τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. 18 Ἐνθυμηθῆτε, ὅτι σᾶς ἔλεγον οἰ ἀπόστολοι, ὅτι κατὰ τὸν πρὸ τῆς δευτέρας παρουσίας χρόνον θὰ ὑπάρχουν ἄνθρωποι, ποὺ θὰ ἐμπαίζουν τὰ ἱερώτατα, οἱ ὁποῖοι θὰ πορεύωνται κατὰ τὰς αἰσχράς των ἐπιθυμίας, ποὺ θὰ τοὺς παρασύρουν εἰς ἀσεβείας. 19 Αὐτοὶ εἶναι οἰ δημιουργοῦντες τὰ σχίσματα καὶ τὰς διαιρέσεις εἰς τὴν Ἐκκλησίαν· ἄνθρωποι φυσικοί, οἱ ὁποῖοι σύρονται ὑπὸ τῆς ζωώδους φύσεως καὶ δὲν ἔχουν ἀναγεγεννημένας ὑπό του Ἁγίου Πνεύματος τὰς ἀνωτέρας ψυχικάς των δυνάμεις. 20 Σεῖς ὅμως, ἀγαπητοί, ἀντιθέτως πρὸς ἐκείνους οἰκοδομοῦντες τοὺς ἑαυτους σας ἐπάνω εἰς τὸ θεμέλιον τῆς ἁγιωτάτης πίστεως σας διὰ μέσου τῆς προσευχῆς, ποὺ θὰ κάνετε ὑπὸ τὴν ἔμπνευσιν τοῦ Ἁγίου Πνεύματος, 21 φυλάξατε καὶ διατηρήσατε τοὺς ἑαυτούς σας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, περιμένοντες μετὰ πεποιθήσεως καὶ ἐμπιστοσύνης τὸ ἔλεος τοῦ Κυρίου μᾶς Ἰησοῦ Χριστοῦ, διὰ νὰ ἐπιτύχωμεν δι’ αὐτοῦ τὴν αἰώνιον ζωήν.

22 Καὶ εἰς ἄλλους μὲν νὰ δεικνύετε ἔλεος καὶ συμπάθειαν συζητοῦντες μαζί των καὶ πείθοντες αὐτοὺς περὶ τῶν πλανῶν των. 23 Ἄλλους δὲ μὲ φόβον, μήπως βλαβῆτε ἐκ τῆς μετ’ αὐτὸν συναναστροφῆς, νὰ προσπαθῆτε νὰ τοὺς σώσετε, ἀποσπῶντες αὐτοὺς ἀπὸ τὸ πῦρ τοῦ ἔσχατου κινδύνου καὶ μισοῦντες σὰν ἄλλο βρωμερὸν ὑποκάμισον τὸν βίον τὸν μολυσμένον ἀπὸ τὰ πάθη τῆς σαρκός. 24 Εἰς αὐτὸν δέ, ὁ ὁποῖος δύναται νὰ σᾶς φυλάξῃ χωρὶς σκόνταμμα καὶ νὰ σᾶς κάμῃ νὰ σταθῆτε ἄμωμοι κατὰ τὴν ἡμέραν τῆς Κρίσεως ἐμπρὸς εἰς τὴν δόξαν του, γεμᾶτοι χαρὰν καὶ ἀγαλλίασιν διὰ τὴν αἰωνίαν σωτηρίαν σας, 25 τὸν μόνον σοφὸν Θεόν, τὸν Σωτῆρα μας, ἂς εἶναι δόξα καὶ εὐλαβὴς ἀναγνώρισις τοῦ μεγαλείου τοῦ, κράτος καὶ ἐξουσία καὶ τώρα καὶ εἰς ὅλους τοὺς αἰῶνας. Ἀμήν.

Δεν υπάρχουν σχόλια: