Τετάρτη 3 Μαρτίου 2021
Των Aγίων Μαρτύρων Ευτροπίου, Κλεονίκου καi Βασιλίσκου.
Το Ευαγγέλιο για σήμερα Τετάρτη 3 Μαρτίου 2021
ΚΑΤΑ ΜΑΡΚΟΝ ΙΔ´ 43 – 72
43 Καὶ εὐθέως, ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας ὁ Ἰσκαριὼτης, εἷς τῶν δώδεκα, καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπεσταλμένοι παρὰ τῶν ἀρχιερέων καὶ γραμματέων καὶ τῶν πρεσβυτέρων. 44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· Ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτὸν καὶ ἀπαγάγετε ἀσφαλῶς. 45 καὶ ἐλθὼν εὐθέως προσελθὼν αὐτῷ λέγει· Χαῖρε, ραββί, καὶ κατεφίλησεν αὐτόν. 46 οἱ δὲ ἐπέβαλον ἐπ’ αὐτὸν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν. 47 Εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 48 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με·
49 καθ’ ἡμέραν πρὸς ὑμᾶς ἤμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. ἀλλ’ ἵνα πληρωθῶσιν αἱ γραφαί. 50 καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες. 51 Καὶ εἷς τις νεανίσκος ἠκολούθησεν αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ· καὶ κρατοῦσιν αὐτόν οἱ νεανίσκοι. 52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν ἀπ’ αὐτῶν. 53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 54 καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 55 Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον·
56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ’ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ’ αὐτοῦ λέγοντες 58 ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. 59 καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. 60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς τὸ μέσον ἐπηρώτα τὸν Ἰησοῦν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν; 61 ὁ δὲ ἐσιώπα καὶ οὐδέν ἀπεκρίνατο. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· Σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ; 62 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἐγώ εἰμι· καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 63 ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 64 ἠκούσατε πάντως τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν εἶναι ἔνοχον θανάτου.
65 Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν τὸ πρόσωπον αὐτοῦ καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· Προφήτευσον ἡμῖν τίς ἐστιν ὁ παίσας σε. καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔβαλον. 66 Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, 67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· Καὶ σὺ μετὰ τοῦ Ἰησοῦ τοῦ Ναζαρηνοῦ ἦσθα. 68 ὁ δὲ ἠρνήσατο λέγων· Οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησε. 69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν πάλιν ἤρξατο λέγειν τοῖς παρεστηκόσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν. 70 ὁ δὲ ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ καὶ ἡ λαλιά σου ὁμοιάζει. 71 ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. 72 καὶ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε. καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὃ εἶπεν ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δὶς, ἀπαρνήσῃ με τρίς· καὶ ἐπιβαλὼν ἔκλαιε.
ΚΑΤΑ ΜΑΡΚΟΝ ΙΕ´ 1 – 1
1 Καὶ εὐθέως ἐπὶ τὸ πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ.
Ερμηνευτική απόδοση Παναγιώτη Ν. Τρεμπέλα
ΚΑΤΑ ΜΑΡΚΟΝ ΙΔ´ 43 – 72
43 Καὶ ἀμέσως, ἐνῷ ὁ Ἰησοῦς ὡμίλει ἀκόμη, ἦλθεν ὁ Ἰούδας ὁ Ἰσκαριώτης, ποὺ ἦτο ἕνας ἀπὸ τοὺς δώδεκα, καὶ μαζὶ μὲ αὐτὸν ἦλθεν ὄχλος πολὺς μὲ μαχαίρας καὶ μὲ ρόπαλα ἀπὸ τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς καὶ τοὺς προεστούς. 44 Εἶχε δώσει δὲ αὐτός, ποὺ τὸν παρέδιδεν εἰς τοὺς ἐχθρούς του, συμφωνημένον σημεῖον εἰς αὐτοὺς λέγων· Ἐκεῖνον ποὺ θὰ φιλήσω, αὐτὸς εἶναι ὁ Ἰησοῦς· συλλάβετε τὸν καὶ μεταφέρατέ τον μὲ ἀσφάλειαν. 45 Καὶ ἀφοῦ ἦλθεν ἐκεῖ ὁ Ἰούδας, ἀμέσως τὸν ἐπλησίασε καὶ εἶπε· Χαῖρε, διδάσκαλε, καὶ μὲ ὑποκρισίαν τὸν ἐφίλησε θερμά. 46 Αὐτοὶ δὲ ἔβαλαν ἐπάνω του χέρι καὶ τὸν συνέλαβον. 47 Ἕνας δὲ κάποιος ἀπὸ αὐτούς, ποὺ παρέστεκαν, ἀφοῦ ἐτράβηξε τὴν μάχαιραν, ἐκτύπησε τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ τοῦ ἔκοψε τὸ αὐτί. 48 Καὶ ὁ Ἰησοῦς ἔλαβε τὸν λόγον καὶ τοὺς εἶπε· Σὰν νὰ ἐπρόκειτο περὶ λῃστοῦ, ἐβγήκατε μὲ μαχαίρας καὶ μὲ ρόπαλα νὰ μὲ πιάσετε.
49 Κάθε ἡμέραν ἤμην κοντά σας καὶ ἐδίδασκον μέσα εἰς τὸ ἱερόν, καὶ δὲν μὲ ἐπιάσατε. Ἀλλ’ ὅλα αὐτὰ ἔγιναν διὰ νὰ πληρωθοῦν καὶ ἐπαληθεύσουν αἱ προφητικαὶ γραφαί, αἱ ὁποῖαι προλέγουν, ὅτι θὰ μὲ μετεχειρίζεσθε σὰν κακοποιόν. 50 Καὶ οἱ μαθηταὶ τὸν ἀφῆκαν καὶ ἔφυγαν ὅλοι. 51 Καὶ κάποιος νέος ἠκολούθησεν αὐτὸν γυμνὸς τυλιγμένος μίαν σινδόνα. Καὶ τὸν ἔπιασαν οἱ ἐκ τοῦ ἀποσπάσματος νεώτεροι· 52 ἐκεῖνος ὅμως ἀφῆκε τὴν σινδόνα εἰς τὰς χεῖρας των καὶ ἔφυγεν ἀπὸ αὐτοὺς γυμνός. Ἔτσι οὔτε αὐτὸς ἔμεινε μὲ τὸν Ἰησοῦν. 53 Καὶ ἔφεραν τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα καὶ ἐμαζεύθησαν διὰ νὰ συνεδριάσουν μὲ αὐτὸν ὅλοι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. 54 Καὶ ὁ Πέτρος ἠκολούθησεν αὐτὸν ἀπὸ μακράν, ἕως ἐμβῆκε μέσα εἰς τὴν ἐσωτερικὴν αὐλὴν τοῦ ἀρχιερέως. Καὶ ἐκάθητο μαζὶ μὲ τοὺς ὑπηρέτας καὶ ἐθερμαίνετο πλησίον εἰς τὸ φῶς, ποὺ ἔρριπτεν ἡ φωτιά, ὥστε ἐφαίνετο καλὰ εἰς ὅλους, ποὺ ἐκάθηντο ἐκεῖ.
55 Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν μαρτυρίαν ἐνοχοποιητικὴν κατὰ τοῦ Ἰησοῦ διὰ νὰ τὸν θανατώσουν, καὶ δὲν εὕρισκον. 56 Δὲν εὕρισκον δὲ ἐνοχοποιητικὴν μαρτυρίαν, διότι πολλοὶ μὲν κατέθεταν ψέματα ἐναντίον του, ἀλλ’ αἱ μαρτυρίαι δὲν ἦσαν σύμφωνοι μεταξύ των. 57 Καὶ μερικοὶ ἐσηκώθησαν καὶ ἐψευδομαρτυροῦσαν ἐναντίον του καὶ ἔλεγον· 58 ὅτι ἡμεῖς τὸν ἠκούσαμεν μὲ τὰ αὐτιά μας νὰ λέγῃ· Ὅτι ἐγὼ θὰ κρημνίσω τὸν ναὸν αὐτόν, ποὺ εἶναι κτισμένος ἀπὸ χέρια ἀνθρώπινα, καὶ μέσα εἰς τρεῖς ἡμέρας θὰ οἰκοδομήσω ἄλλον ναόν, ποὺ δὲν γίνεται ἀπὸ χέρια ἀνθρώπινα. 59 Ἀλλὰ καὶ ἔτσι ποὺ κατέθεταν, δὲν ἦτο σύμφωνος ἡ μαρτυρία των. 60 Καὶ ἀφοῦ ἐσηκώθη ὁ ἀρχιερεὺς εἱς τὸ μέσον, ἠρώτησε τὸν Ἰησοῦν καὶ εἶπε· Δὲν ἀποκρίνεσαι τίποτε; Τί σὲ κατηγοροῦν αὐτοί; 61 Αὐτὸς δὲ ἐσιώπα καὶ δὲν ἀπήντησε τίποτε. Πάλιν ὁ ἀρχιερεὺς τὸν ἠρώτα καὶ εἶπεν εἰς αὐτόν· Σὺ εἶσαι ὁ Χριστός, ὁ υἱὸς ἐκείνου, ποὺ μόνος πρέπει λατρευτικῶς νὰ εὐλογῆται καὶ νὰ ἀνυμνῆται; 62 Ὁ δὲ Ἰησοῦς εἶπε· Ἐγὼ εἶμαι. Καὶ θὰ ἴδετε τὸν υἱὸν τοῦ ἀνθρώπου, τὸν Μεσσίαν, νὰ κάθεται εἰς τὰ δεξιὰ τοῦ παντοδυνάμου Θεοῦ καὶ νὰ ἔρχεται ἐπάνω εἰς τὰ σύννεφα τοῦ οὐρανοῦ. 63 Ὁ δὲ ἀρχιερεὺς μὲ ὑποκριτικὸν καὶ ἐπιδεικτικὸν ἀποτροπιασμὸν διὰ τὴν φρικτὴν βλασφημίαν ἔσχισε τὰ ρούχα του σύμφωνα μὲ τὴν συνήθειαν, ποὺ ἐπεκράτει μεταξὺ τῶν Ἰουδαίων, καὶ εἶπε· Τί μᾶς χρειάζονται πλέον μάρτυρες;
64 Ἠκούσατε καθαρά, ὥστε νὰ μὴ σᾶς μένῃ καμμία ἀμφιβολία, τὴν βλασφημίαν ποὺ ἐξεστομίσθη. Τί γνώμην ἔχετε; Αὐτοὶ δὲ ὅλοι ἀπεφάνθησαν κατ’ αὐτοῦ, ὅτι εἶναι ἔνοχος βλασφημίας, ποὺ τιμωρεῖται μὲ θάνατον. 65 Καὶ ἤρχισαν μερικοὶ νὰ τὸν φτύνουν καὶ νὰ τοῦ σκεπάζουν γύρω τὸ πρόσωπόν του διὰ νὰ μὴ βλέπῃ καὶ νὰ τὸν κολαφίζουν καὶ νὰ τοῦ λέγουν· Προφήτευσέ μας, ποῖος σὲ ἐκτύπησε. Καὶ οἱ ὑπηρέται τὸν ἐκτύπησαν μὲ ραπίσματα. 66 Καὶ ἐνῷ ὁ Πέτρος ἦτο κάτω εἰς τὴν αὐλήν, ἦλθε μία ἀπὸ τὰς ὑπηρετρίας τοῦ ἀρχιερέως. 67 Καὶ ὅταν εἶδε τὸν Πέτρον νὰ ζεσταίνεται, ἀφοῦ τὸν ἐκύτταξε προσεκτικά, εἶπε· Καὶ σὺ ἤσουν μὲ τὸν Ἰησοῦν τὸν Ναζαρηνόν. 68 Αὐτὸς ὅμως ἠρνήθη καὶ εἶπε· Δὲν ἠξεύρω, οὔτε καταλαβαίνω τί λέγεις σύ. Καὶ ἐβγῆκεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἐλάλησεν ὁ πετεινός. 69 Καὶ ἡ ὑπηρέτρια, ὅταν τὸν ξαναεῖδεν, ἤρχισε νὰ λέγῃ εἰς αὐτοὺς ποὺ ἔστεκαν ἐκεῖ, ὅτι αὐτὸς εἶναι ἀπὸ ἐκείνους. 70 Αὐτὸς δὲ πάλιν ἠρνεῖτο. Καὶ ὕστερ’ ἀπὸ λίγο, πάλιν ἐκεῖνοι ποὺ ἔστεκαν ἐκεῖ, ἔλεγον εἰς τὸν Πέτρον· Ἀληθῶς, ἀπὸ αὐτοὺς εἶσαι, διότι εἶσαι Γαλιλαῖος καὶ ἡ προφορὰ τῆς ὁμιλίας σου ὁμοιάζει πρὸς τὴν προφορὰν τῶν κατοίκων τῆς Γαλιλαίας. 71 Αὐτὸς δὲ ἤρχισε νὰ ἐπικαλῆται κατάρας κατὰ τοῦ ἐαυτοῦ του καὶ νὰ ὁρκίζεται, ὅτι δὲν γνωρίζω τὸν ἄνθρωπον αὐτὸν ποὺ λέγετε. 72 Καὶ διὰ δευτέραν φορὰν ἐλάλησεν ὁ πετεινός. Καὶ ἐνεθυμήθη ὁ Πέτρος τὸν λόγον, ποὺ τοῦ εἶπεν ὁ Ἰησοῦς, ὅτι προτοῦ νὰ λαλήσῃ ὁ πετεινὸς δύο φοράς, θὰ μὲ ἀπαρνηθῇς τρεῖς φοράς. Καὶ ἤρχισε νὰ κλαίῃ.
ΚΑΤΑ ΜΑΡΚΟΝ ΙΕ´ 1 – 1
1 Καὶ ἀμέσως μόλις ἔγινε πρωΐ, ἔκαναν σύσκεψιν οἱ ἀρχιερεῖς μὲ τοὺς προεστοὺς καὶ γραμματεῖς καὶ ὅλον τὸ συνέδρων περὶ τοῦ πῶς ἔπρεπε νὰ ἐνεργήσουν πλησίον τοῦ Ἐπιτρόπου τῆς Ρώμης. Καὶ μετὰ τὴν σύσκεψιν αὐτήν, ἀφοῦ ἔδεσαν τὸν Ἰησοῦν, τὸν ἔφεραν καὶ τὸν παρέδωκαν εἰς τὸν Πιλᾶτον, κατηγοροῦντες αὐτὸν ὡς ἀντάρτην καὶ ὡς σφετεριζόμενον τὸ ἀξίωμα τοῦ βασιλέως τῶν Ἰουδαίων.
Ο Απόστολος για σήμερα Τετάρτη 3 Μαρτίου 2021
ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Α’ Γ´ 21 – 24
21 ἀγαπητοί, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν, 22 καὶ ὃ ἐὰν αἰτῶμεν λαμβάνομεν παρ’ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. 23 καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολὴν. 24 καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ. καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἡμῖν ἔδωκεν.
ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Α’ Δ´ 1 – 11
1 Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. 2 ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστι· 3 καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ οὐκ ἔστι· καὶ τοῦτό ἐστι τὸ τοῦ ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. 4 Ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ. 5 αὐτοὶ ἐκ τοῦ κόσμου εἰσί· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσι καὶ ὁ κόσμος αὐτῶν ἀκούει. 6 ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμεν· ὁ γινώσκων τὸν Θεὸν ἀκούει ἡμῶν. ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης. 7 Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστι, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ Θεοῦ γεγέννηται καὶ γινώσκει τὸν Θεόν. 8 ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν Θεόν, ὅτι ὁ Θεὸς ἀγάπη ἐστίν. 9 ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ Θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμεν δι’ αὐτοῦ. 10 ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν Θεόν, ἀλλ’ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλε τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν. 11 Ἀγαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν.
Ερμηνευτική απόδοση Παναγιώτη Ν. Τρεμπέλα
ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Α’ Γ´ 21 – 24
21 Ἀγαπητοί, ἐὰν ἡ συνείδησίς μας δὲν μᾶς κατηγορῇ, ἔχομεν θάρρος πρὸς τὸν Θεόν. 22 Καὶ ὀ,τιδήποτε τοῦ ζητοῦμεν διὰ τῆς προσευχῆς, τὸ λαμβάνομεν ἀπὸ αὐτόν. Καὶ τὸ λαμβάνομεν, διότι τηροῦμεν τὰς ἐντολάς του καὶ πράττομεν αὐτά, ποὺ τοῦ ἀρέσουν. 23 Αἱ ἐντολαὶ δὲ τοῦ Θεοῦ περιλαμβάνονται εἰς μίαν ἐντολήν. Καὶ ἡ ἐντολή του εἶναι αὐτή, νὰ πιστεύσωμεν δηλαδὴ εἰς τὸ ὄνομα τοῦ Υἱοῦ του Ἰησοῦ Χριστοῦ καὶ νὰ ἀγαπῶμεν ὁ ἕνας τὸν ἄλλον, καθὼς ὁ Χριστὸς μᾶς ἔδωκεν ἐντολὴν νὰ ἀγαπῶμεν. 24 Καὶ ἐκεῖνος, ποὺ τηρεῖ τὰς ἐντολὰς τοῦ Θεοῦ, μένει μέσα εἰς τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ ὁ Θεὸς μένει μέσα εἰς αὐτόν. Εἶναι δηλαδὴ οὖτος ἐνωμένος μὲ τὸν Θεόν. Ἔχομεν δὲ μέσον διὰ νὰ γνωρίσωμεν μὲ βεβαιότητα, ἐὰν εἴμεθα ἐνωμένοι μὲ τὸν Θεόν καὶ ἐὰν πράγματι ὁ Θεὸς μένῃ μέσα μας. Μὲ τοῦτο δηλαδὴ βεβαιούμεθα, ὅτι ὁ Θεὸς μένει μέσα μας, μὲ τὸ Πνεῦμα, τὸ ὁποῖον μᾶς ἔδωκε καὶ τὸ ὁποῖον μᾶς φωτίζει καὶ μᾶς δίδει τὴν πληροφορίαν αὐτήν.
ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ Α’ Δ´ 1 – 11
1 Αγαπητοί, μὴ δίδετε ἐμπιστοσύνην εἰς καθένα, ποὺ σᾶς λέγει, ὅτι ἐμπνέεται ἀπὸ τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ ὅτι ἔχει πνευματικὸν χάρισμα. Ἀλλ’ ἐξετάζετε καὶ διακρίνετε τοὺς ἀνθρώπους, ποὺ ἐμφανίζονται ἐμπνεόμενοι ἀπὸ τὸ Πνεῦμα, ἐὰν πράγματι προέρχωνται οὗτοι ἀπὸ τὸν Θεόν. Διότι πολλοὶ ψευδοπροφῆται ἐβγῆκαν εἱς τὸν κόσμον. 2 Μὲ αὐτὸ δὲ τὸ σημάδι καὶ μὲ αὐτὸ τὸ κριτήριον γνωρίζετε καὶ διακρίνετε ἀσφαλῶς τὸ Πνεῦμα τοῦ Θεοῦ· κάθε ἄνθρωπος δηλαδή, ποὺ παρουσιάζεται μὲ χάρισμα Πνεύματος, ἐὰν ὁμολογῇ ὄχι μόνον μὲ λόγια ἀλλὰ καὶ μὲ ἔργα, ὅτι ὁ Ἰησοῦς Χριστὸς ἐσαρκώθη πράγματι καὶ ἔζησεν ὡς ἄνθρωπος φέρων τὴν ἀνθρωπίνην φύσιν, εἶναι ἐκ τοῦ Θεοῦ. 3 Καὶ καθένας ὁ ὁποῖος λέγει μέν, ὅτι ἔχει ἔμπνευσιν Πνεύματος, δὲν ὁμολογεῖ ὅμως, ὅτι ὁ Ἰησοῦς ἐνηνθρώπησε καὶ ἦλθεν ἐκ τοῦ οὐρανοῦ εἰς τὴν γῆν μὲ σάρκα ἀνθρωπίνην, δὲν εἶναι ἐκ τοῦ Θεοῦ. Καὶ τοῦτο, ἤτοι τὸ νὰ ἀρνῆται κανεὶς τὸν Θεάνθρωπον Ἰησοῦν, εἶναι τὸ πνεῦμα τοῦ ἀντιχρίστου, περὶ τοῦ ὁποίου ἔχετε ἀκούσει, ὅτι πρόκειται νὰ ἔλθῃ. Καὶ τώρα πλέον εἶναι ὁ ἀντίχριστος ἐν τῷ κόσμῳ διὰ τῶν αἱρέσεων καὶ τῶν ψευδοδιδασκαλιῶν, ποὺ προπαρασκευάζουν τὸ ἔδαφος διὰ τὴν προσωπικὴν ἔλευσίν του.
4 Σεῖς ὅμως, παιδάκια μου, ἔχετε ἀναγεννηθῇ ἀπὸ τὸν Θεόν καὶ ἔχετε νικήσει τοὺς ψευδοδιδασκάλους αὐτοὺς διὰ τῆς ἐμμονῆς σας εἰς τὴν ἀληθῆ διδασκαλίαν. Καὶ τοὺς ἔχετε νικήσει, διότι ὁ Θεός, ποὺ εἶναι μέσα σας καὶ σᾶς φωτίζει καὶ σᾶς ἐνισχύει, εἶναι μεγαλύτερος καὶ δυνατώτερος παρὰ ὁ σατανᾶς, ποὺ ἐνεργεῖ καὶ ἄρχει μεταξὺ τοῦ κόσμου τῶν ἀνθρώπων, ποὺ εἶναι μακρὰν τοῦ Θεοῦ. 5 Αὐτοὶ οἱ ψευδοπροφῆται προέρχονται καὶ ἐμπνέονται ἀπὸ τὸν μακρὰν τοῦ Θεοῦ κόσμον. Δι’ αὐτὸ διδάσκουν σύμφωνα μὲ τὸ πνεῦμα τοῦ κόσμου καὶ ὁ κόσμος τοὺς ἀκούει καὶ τοὺς δέχεται. 6 Ἡμεῖς ὅμως οἰ Ἀπόστολοι καί οἰ διδάσκαλοι τοῦ εὐαγγελίου καταγόμεθα ἀπὸ τὸν Θεόν καὶ ἐμπνεόμεθα ἀπὸ τὸν Θεόν· ἐκεῖνος δέ, ποὺ ἀνεγεννήθη ἀπὸ τὸν Θεόν καὶ γνωρίζει τὸν Θεόν, ἀκούει μὲ προθυμίαν τὴν διδασκαλίαν μας. Ἐκεῖνος, ποὺ δὲν εἶναι ἀπὸ τὸν Θεόν καὶ δὲν ἔχει ἀναγεννηθῇ ἀπὸ αὐτόν, δὲν ἀκούει καὶ δὲν δέχεται τὴν διδασκαλίαν μας. Μὲ τὸ σημάδι αὐτὸ διακρίνομεν τὸ Πνεῦμα τοῦ Θεοῦ, ποὺ ὁδηγεῖ εἰς τὴν ἀλήθειαν, καὶ τὸ πνεῦμα τοῦ διαβόλου ποὺ ὁδηγεῖ εἰς τὴν πλάνην.
7 Ἀγαπητοί, ἂς ἀγαπῶμεν ὁ ἕνας τὸν ἄλλον, διότι ἡ ἀγάπη πηγάζει καὶ ἔχει τὴν ἀρχήν της ἀπὸ τὸν Θεόν. Καὶ καθένας, ποὺ ἀγαπᾷ καὶ ἔχει τὴν ἀγάπην ὁδηγὸν καὶ κανόνα τοῦ βίου του, ἔχει γεννηθῇ ἀπὸ τὸν Θεὸν καὶ εὑρίσκεται εἰς οἰκείας σχέσεις πρὸς τὸν Θεόν. Λόγῳ δὲ τῶν σχέσεών του τούτων πρὸς τὸν Θεόν γνωρίζει τὸν Θεὸν ὁλονὲν καὶ τελειότερον. 8 Ἐκεῖνος ποὺ δὲν ἀγαπᾷ, δὲν ἐγνώρισε ποτὲ τὸν Θεόν, διότι ὁ Θεὸς εἶναι ἀγάπη. 9 Ἔγινε δὲ φανερὰ ἡ ἀγάπη τοῦ Θεοῦ ἐν μέσῳ ἡμῶν μὲ τοῦτο κατ’ ἐξοχὴν τὸ γεγονός, μὲ τὸ γεγονὸς δηλαδὴ ὅτι τὸν Υἱόν του τὸν μονάκριβον ἔχει ἀποστείλει εἰς τὸν κόσμον, ἵνα ἡμεῖς, ποὺ λόγῳ τῶν ἁμαρτιῶν μας εἴχομεν καταδικασθῆ εἰς θάνατον αἰώνιον, ζήσωμεν δι’ αὐτοῦ τὴν πνευματικὴν καὶ αἰωνίαν ζωήν. 10 Εἰς αὐτὸ συνίσταται ἡ ἀγάπη, ὄχι εἰς τὸ ὅτι ἡμεῖς πρῶτοι ἠγαπήσαμεν τὸν Θεόν, ἀλλ’ εἰς τὸ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς, καίτοι ἤμεθα ἀνάξιοι καὶ δὲν τὸν ἠγαπῶμεν. Καὶ μᾶς ἠγάπησε τόσον, ὥστε ἀπέστειλε τὸν Υἱόν του διὰ νὰ προσφέρῃ τὸ αἷμα του θυσίαν ἐξιλεωτικὴν διὰ τὰς ἁμαρτίας μας. 11 Ἀγαπητοί, ἐὰν τόσον ἐξαιρετικὰ μᾶς ἠγάπησεν ὁ Θεός, ἕπεται ἐκ τούτου, ὅτι καὶ ἡμεῖς ἔχομεν χρέος νὰ ἀγαπώμεθα μεταξύ μας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου