Translate

Σάββατο 15 Απριλίου 2023

Ο Απόστολος Κυριακής του Πάσχα 16-4-2023 (Πράξ. α΄, 1-8)


Το Αποστολικό Ανάγνωσμα της Κυριακής του Πάσχα

Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος Ἁγίου οὓς ἐξελέξατο ἀνελήφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι’ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.

Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Εἶπε δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ Ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.

Απόδοση σε νεοελληνική ο Απόστολος Κυριακής του Πάσχα

Στό πρῶτο μου βιβλίο, Θεόφιλε, διηγήθηκα ὅλα ὅσα ὁ Ἰησοῦς ἔκανε καί δίδαξε, ἀπό τήν ἀρχή ὡς τήν ἡμέρα πού ἀναλήφθηκε, ἀφοῦ πρῶτα ἔδωσε ἐντολές, μέ τή δύναμη τοῦ Ἁγίου Πνεύματος, στούς ἀποστόλους πού εἶχε διαλέξει ὁ ἴδιος. Μετά τό θάνατό του παρουσιάστηκε σ΄ αὐτούς ζωντανός μέ πολλές ἀποδείξεις· γιά σαράντα μέρες τούς ἐμφανιζόταν καί τούς μιλοῦσε σχετικά μέ τή βασιλεία τοῦ Θεοῦ.

Ἐνόσω ἦταν μαζί τους κι ἔτρωγε, τούς παρήγγελλε: «Μήν ἀπομακρυνθεῖτε ἀπό τά Ἱεροσόλυμα, ἀλλά περιμένετε ἀπό τόν Πατέρα τήν ἐκπλήρωση τῆς ὑποσχέσεως γιά τήν ὁποία σᾶς μίλησα· ὅτι, δηλαδή, ἐνῶ ὁ Ἰωάννης βάφτιζε μέ νερό, ἐσεῖς θά βαφτιστεῖτε σέ λίγες μέρες μέ τό Ἅγιο Πνεῦμα». Οἱ μαθητές, λοιπόν, συγκεντρώθηκαν μια μέρα καί τόν ρώτησαν: «Κύριε, ἔφτασε ἄραγε ἡ ὥρα νά ἀποκαταστήσεις τή βασιλεία στόν Ἰσραήλ;» Κι αὐτός τούς ἀπάντησε: «Ἐσεῖς δέν μπορεῖτε νά γνωρίζετε τόν ἀκριβῆ χρόνο· αὐτόν τόν κρατάει ὁ Πατέρας στήν ἀποκλειστική του ἐξουσία. Θά λάβετε ὅμως δύναμη ὅταν θα΄ ρθεῖ τό Ἅγιο Πνεῦμα σ΄ ἐσᾶς, καί θά γίνετε μάρτυρες δικοί μου, στήν Ἱερουσαλήμ, σέ ὅλη τήν Ἰουδαία καί στή Σαμάρεια καί ὡς τά πέρατα τῆς γῆς».

Δεν υπάρχουν σχόλια: