Ευαγγέλιο 21 Αυγούστου
Άγιος Θαδδαίος ο Απόστολος
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΕ´ 32 – 39
32 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπε· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσι· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. 33 καὶ λέγουσιν αὐτῷ οἱ μαθηταί αὐτοῦ· Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον; 34 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπον· Ἑπτά, καὶ ὀλίγα ἰχθύδια. 35 καὶ ἐκέλευσε τοῖς ὄχλοις ἀναπεσεῖν ἐπὶ τὴν γῆν. 36 καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 37 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, ἑπτὰ σπυρίδας πλήρεις. 38 οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων. 39 Καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά.
Ευαγγέλιο σήμερα 21 Αυγούστου 2021, ερμηνευτική απόδοση Παναγιώτη Τρεμπέλα στα νέα ελληνικά
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΙΕ´ 32 – 39
32 Ὁ δὲ Ἰησοῦς ἐπροσκάλεσε τοὺς μαθητάς του καὶ τοὺς εἶπεν· Αἰσθάνομαι βαθεῖαν συμπάθειαν διὰ τὸ πλῆθος τοῦ λαοῦ, διότι εἶναι τώρα τρεῖς ἡμέραι, ἀφ’ ὅτου μένουν πλησίον μου καὶ δὲν ἔχουν τί νὰ φάγουν.Καὶ δὲν θέλω νὰ τοὺς ἐξαποστείλω εἰς τὰ μέρη τους νηστικούς, μήπως ἀποκάμουν εἰς τὸν δρόμον. 33 Καὶ λέγουν εἰς αὐτὸν οἰ μαθηταί του· Ἀπὸ ποῦ νὰ προμηθευθῶμεν ἐδῶ εἰς τὴν ἐρημιὰν τόσον πολλοὺς ἄρτους, ὥστε νὰ χορτάσωμεν τόσον πλῆθος λαοῦ; 34 Καὶ λέγει εἰς αὐτοὺς ἡ Ἰησοῦς· Πόσους ἄρτους ἔχετε; Αὐτοὶ δὲ εἶπαν· ἑπτὰ ἄρτους καὶ ὀλίγα ψαράκια. 35 Καὶ παρήγγειλεν ὁ Ἰησοῦς εἰς τὰ πλήθη τοῦ λαοῦ νὰ καθίσουν εἰς τὴν γῆν. 36 Καὶ ἀφοῦ ἐπῆρε εἰς τὰς χεῖρας του τοὺς ἄρτους καὶ τὰ ψάρια, εὐχαρίστησε τὸν Πατέρα του, ποὺ δίδει καὶ πολλαπλασιάζει αὐτὸς ὅλα τὰ ἀγαθά, καὶ ἔκοψε τοὺς ἄρτους καὶ τὰ ψάρια καὶ ἔδωκεν εἰς τοὺς μαθητάς του, οἱ δὲ μαθηταὶ τοῦ ἔδωκαν εἰς τὰ πλήθη τοῦ λαοῦ. 37 Καὶ ἔφαγαν ὅλοι καὶ ἐχόρτασαν καὶ ἐσήκωσαν τὸ περίσσευμα τῶν κομματιῶν ἑπτὰ μεγάλα κοφίνια γεμᾶτα. 38 Ἐκεῖνοι δὲ ποὺ ἔφαγαν, ἦσαν τέσσαρες χιλιάδες ἄνδρες, χωρὶς νὰ ὑπολογίζωνται εἰς τὸν ἀριθμὸν αὐτὸν γυναῖκες καὶ παιδιά. 39 Καὶ ἀφοῦ διέλυσε τὰ πλήθη τοῦ λαοῦ, ἐμβῆκεν εἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ σύνορα τῆς Μαγδαλά.
Απόστολος σήμερα 21 Αυγούστου 2021
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΙΔ´ 6 – 9
6 ὁ φρονῶν τὴν ἡμέραν Κυρίῳ φρονεῖ, καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν Κυρίῳ οὐ φρονεῖ. καὶ ὁ ἐσθίων Κυρίῳ ἐσθίει. εὐχαριστεῖ γὰρ τῷ Θεῷ· καὶ ὁ μὴ ἐσθίων Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ. 7 οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει· 8 ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνῄσκωμεν, τῷ Κυρίῳ ἀποθνῄσκομεν. ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνῄσκωμεν, τοῦ Κυρίου ἐσμέν. 9 εἰς τοῦτο γὰρ Χριστὸς καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.
Απόστολος σήμερα 21 Αυγούστου 2021, ερμηνευτική απόδοση Παναγιώτη Τρεμπέλα στα νέα ελληνικά
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΙΔ´ 6 – 9
6 Ἐκεῖνος, ποὺ θεωρεῖ τὴν ἡμέραν αὐτὴν ὡς ἁγιωτέραν, πρὸς δόξαν Κυρίου τὴν θεωρεῖ. Καὶ ἐκεῖνος, ποὺ δὲν προτιμᾷ τὴν ἡμέραν αὐτὴν ἀπὸ τὴν ἄλλην, ἀλλ’ ἐξίσου τιμᾷ ὅλας, πρὸς δόξαν Κυρίου δὲν τὴν προτιμᾷ. Ἐκεῖνος, ποὺ τρώγει ἀδιακρίτως ἀπὸ ὅλα τὰ φαγητά, πρὸς δόξαν Κυρίου τὰ τρώγει. Διότι, ὅταν τρώγῃ ἀπὸ αὐτά, εὐχαριστεῖ τὸν Θεὸν ὡς χορηγὸν τῆς τροφῆς. Καὶ ἐκεῖνος, ποὺ δὲν τρώγει ἀπὸ ὅλα τὰ φαγητά, πρὸς δόξαν τοῦ Κυρίου δὲν τρώγει, καὶ εὐχαριστεῖ ὁμοίως τὸν Θεόν. 7 Καὶ οἱ δύο πρὸς δόξαν Θεοῦ κάνουν ἐκεῖνο, ποὺ κάνουν. Διότι κανεὶς ἀπὸ ἡμᾶς, ποὺ πιστεύομεν, δὲν ζῇ διὰ τὸν ἑαυτόν του καὶ κανεὶς δὲν πεθαίνει διὰ τὸν ἑαυτόν του. 8 Διότι καὶ ἐὰν ζῶμεν, ζῶμεν διὰ νὰ δουλεύωμεν εἰς τὸν Κύριον· καὶ ἐὰν πεθαίνωμεν, πεθαίνομεν ἐν ὑποταγῇ εἰς τὸ θέλημα καὶ εἰς τὴν ἐξουσίαν τοῦ Κυρίου. Καὶ ἐὰν λοιπὸν ζῶμεν καὶ ἐὰν πεθαίνωμεν, εἴμεθα κτῆμα τοῦ Κυρίου. 9 Καὶ εἴμεθα ὅλοι, ζωντανοὶ καὶ πεθαμένοι, κτῆμα τοῦ Κυρίου, διότι πρὸς αὐτὸν τὸν σκοπὸν ὁ Χριστὸς καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἔλαβε πάλιν ὡς ἄνθρωπος τὴν ζωήν, διὰ νὰ γίνῃ Κύριος καὶ τῶν νεκρῶν καὶ τῶν ζωντανῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου