Translate

Δευτέρα 23 Αυγούστου 2021

Το Ευαγγέλιο σήμερα 24 Αυγούστου

 Άγιος Κοσμάς ο Αιτωλός


 

Ευαγγέλιο σήμερα 24 Αυγούστου 2021 

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΑ´ 23 – 27

23 Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην; 24 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 25 τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἦν, ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο παρ’ ἑαυτοῖς λέγοντες· Ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, διατὶ οὖν οὐκ ἐπιστεύσατε αὐτῷ· 26 ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ἔχουσι τὸν Ἰωάννην ὡς προφήτην. 27 καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπον· Οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Ευαγγέλιο σήμερα 24 Αυγούστου 2021, ερμηνευτική απόδοση Παναγιώτη Τρεμπέλα στα νέα ελληνικά

 ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΑ´ 23 – 27

23 Καὶ ὅταν αὐτὸς ἦλθεν εἰς τὸν ναόν, τὸν ἐπλησίασαν τὴν ὥραν, ποὺ ἐδίδασκεν, οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ καὶ τοῦ εἶπαν· Μὲ ποίαν ἐξουσίαν ἐνεργεῖς αὐτά; Καὶ ποῖος σοῦ ἔδωκε τὸ δικαίωμα νὰ διώχνῃς ἀπὸ τὸν ναὸν τοὺς ἀνθρώπους καὶ νὰ διδάσκῃς μέσα εἰς τὸν ἱερὸν αὐτὸν τόπον; 24 Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ τοὺς εἶπε· Θὰ σᾶς ἐρωτήσω καὶ ἐγὼ ἕνα λόγον, εἰς τὸν ὁποῖον ἐὰν μοῦ ἀπαντήσετε, θὰ σᾶς εἶπω καὶ ἐγὼ μὲ ποίαν ἐξουσίαν κάνω αὐτά, ποὺ ἔκαμα. 25 Τὸ βάπτισμα τοῦ Ἰωάννου, ὁ ὁποῖος ἐμαρτύρησε δι’ ἐμὲ καὶ ὑπῆρξε πρόδρομός μου, ἀπὸ ποῦ ἦτο; Ἀπὸ τὸν Θεὸν ἢ ἀπὸ ἐπινόησιν καὶ ἐντολὴν ἀνθρώπων; Αὐτοὶ δὲ ἐσυλλογίζοντο μέσα τους καὶ ἔλεγαν: Ἐὰν εἴπωμεν, ὅτι ἦτο ἐκ Θεοῦ, θὰ μᾶς εἴπῃ: Διατὶ λοιπὸν δὲν ἐπιστεύσατε εἰς αὐτόν; 26 Ἐὰν δὲ εἴπωμεν, ὅτι ἦτο κατ’ ἐντολὴν ἀνθρώπων, φοβούμεθα, μήπως μᾶς κακοποιήσῃ ὁ λαός.Διότι ὅλοι τιμοῦν τὸν Ἰωάννην ὡς προφήτην. 27 Καὶ αὐτοὶ ποὺ ἰσχυρίζοντο, ὅτι ἦσαν οἱ ἀνεγνωρισμένοι διδάσκαλοι τοῦ Ἰσραήλ, ἀπεκρίθησαν εἰς τὸν Ἰησοῦν καὶ εἶπαν· Δὲν ξεύρομεν.Εἶπεν εἰς αὐτοὺς καὶ αὐτός· Ἀφοῦ ξεφεύγετε καὶ δὲν εἶσθε εἰλικρινεῖς, οὔτε ἐγὼ σᾶς λέγω μὲ ποῖον δικαίωμα πράττω αὐτά.


 

Δεν υπάρχουν σχόλια: