Ευαγγέλιο σήμερα 27 Αυγούστου 2021
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΒ´ 23 – 33
23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν 24 λέγοντες· Διδάσκαλε, Μωσῆς εἶπεν, ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25 ἦσαν δὲ παρ’ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· 26 ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. 27 ὕστερον δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή. 28 ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται ἡ γυνή; πάντες γὰρ ἔσχον αὐτήν. 29 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ· 30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται, ἀλλ’ ὡς ἄγγελοι Θεοῦ ἐν οὐρανῷ εἰσι. 31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος, 32 ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. 33 καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
Ευαγγέλιο σήμερα 27 Αυγούστου 2021, ερμηνευτική απόδοση Παναγιώτη Τρεμπέλα στα νέα ελληνικά
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΚΒ´ 23 – 33
23 Κατ’ ἐκείνην τὴν ἡμέραν τὸν ἐπλησίασαν οἱ Σαδδουκαῖοι, οἱ ὁποῖοι ἔλεγαν, ὅτι δὲν ὑπάρχει ἀνάστασις νεκρῶν, καὶ τὸν ἡρώτησαν 24 λέγοντες· Διδάσκαλε, ὁ Μωϋσῆς εἶπεν· Ἐὰν κανεὶς ἀποθάνῃ χωρὶς νὰ ἀποκτήσῃ παιδιά, πρέπει νὰ νυμφευθῇ ὁ ἀδελφός του τὴν γυναῖκα του καὶ νὰ γεννήσῃ ἀπόγονον εἰς τὸν ἀδελφόν του. 25 Ἦσαν δὲ μεταξύ μας ἑπτὰ ἀδελφοί.Καὶ ὁ πρῶτος, ἀφοῦ ἦλθεν εἰς γάμον, ἀπέθανε καὶ ἐπειδὴ δὲν εἶχε παιδιά, ἀφῆκε τὴν γυναῖκα του εἰς τὸν ἀδελφόν του· 26 Κατὰ τὸν ἴδιον τρόπον καὶ ὁ δεύτερος καὶ ὁ τρίτος ἐνυμφεύθησαν τὴν αὐτὴν γυναῖκα, μέχρις οὗ καὶ οἱ ἑπτὰ ἔλαβον αὐτήν. 27 Ὕστερον δὲ ἀπὸ ὅλους ἀπέθανε καὶ ἡ γυνή. 28 Κατὰ τὴν ἀνάστασιν λοιπὸν ποίου σύζυγος ἐκ τῶν ἑπτὰ θὰ εἶναι ἡ γυνή; Διότι ὅλοι τὴν εἶχαν γυναῖκα. 29 Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη καὶ τοὺς εἶπε· Πλανᾶσθε καὶ δὲν γνωρίζετε οὔτε τὰς Γραφάς, αἱ ὁποῖαι δὲν ὑποστηρίζουν ὑλιστικὰς καὶ παχυλὰς ἀντιλήψεις περὶ ἀναστάσεως, ὅπως φαντάζεσθε τὴν ἀνάστασιν σεῖς, αὔτε τὴν δύναμιν τοῦ Θεοῦ, διὰ τὴν ὁποίαν τίποτε δὲν εἶναι ἀδύνατον ἢ δύσκολον.
30 Πλανᾶσθε δὲ καὶ δὲν ἐννοεῖτε τὸ ἀληθὲς νόημα τῶν Γραφῶν, διότι δὲν ξεύρετε, ὅτι εἰς τὴν ἀνάστασιν οὔτε οἱ ἄνδρες ἔρχονται εἰς γάμον, οὔτε αἱ γυναῖκες δίδονται εἰς γάμον, ἀλλ’ εἶναι ὅλοι σὰν ἄγγελοι Θεοῦ εἰς τὸν οὐρανόν. 31 Διὰ τὴν ἀνάστασιν δὲ τῶν νεκρῶν δὲν ἀνεγνώσατε ἐκεῖνο, ποῦ σᾶς ἐλέχθη ἀπὸ τὸν Θεόν, ὁ ὁποῖος εἰς καιρόν, ποὺ πρὸ πολλοῦ εἶχον ἀποθάνει οἱ τρεῖς πατριάρχαι, εἶπεν· 32 Ἐγὼ εἶμαι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; Δὲν εἶναι ὁ Θεός, Θεὸς νεκρῶν, ποὺ κατάντησαν εἰς ἀνυπαρξίαν, ὅπως φαντάζεσθε σεῖς, ἀλλ’ εἶναι Θεὸς ζωντανῶν.Καὶ οἱ πατριάρχαι λοιπόν, μολονότι εἶναι πεθαμένοι, ζοῦν. 33 Καὶ ὅταν ἤκουσαν αὐτὰ τὸ πλῆθος τοῦ λαοῦ ἐκυριεύθησαν ἀπὸ ἔκπληξιν καὶ βαθὺν θαυμασμὸν διὰ τὴν διδαχήν του.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου