Μηνὶ δεκεμβρίῳ κε´, κοντάκιον τῆς Χριστοῦ γεννήσεως, ἦχος γ´, φέρον ἀκροστιχίδα· τοῦ ταπεινοῦ Ῥωμανοῦ ὕμνος
Προοίμιον
Ἡ παρθένος σήμερον * τὸν ὑπερούσιον τίκτει,
καὶ ἡ γῆ τὸ σπήλαιον * τῷ ἀπροσίτῳ προσάγει·
ἄγγελοι μετὰ ποιμένων * δοξολογοῦσι,
μάγοι δὲ μετὰ ἀστέρος * ὁδοιποροῦσι·
δι᾿ ἡμᾶς γὰρ * ἐγεννήθη
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.
Οἶκοι
Τὴν Ἐδὲμ Βηθλεὲμ * ἤνοιξε, δεῦτε ἴδωμεν·
τὴν τρυφὴν ἐν κρυφῇ * ηὕραμεν, δεῦτε λάβωμεν
τὰ τοῦ παραδείσου * ἐντὸς τοῦ σπηλαίου·
ἐκεῖ ἐφάνη * ῥίζα ἀπότιστος * βλαστάνουσα ἄφεσιν, ἐκεῖ ηὑρέθη * φρέαρ ἀνόρυκτον, οὗ πιεῖν Δαυὶδ * πρὶν ἐπεθύμησεν· ἐκεῖ παρθένος * τεκοῦσα βρέφος τὴν δίψαν ἔπαυσεν εὐθὺς * τὴν τοῦ Ἀδὰμ καὶ τοῦ Δαυίδ· διὰ τοῦτο πρὸς τοῦτο * ἐπειχθῶμεν ποῦ ἐτέχθη παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.
Ὁ πατὴρ τῆς μητρὸς * γνώμῃ υἱὸς ἐγένετο,
ὁ σωτὴρ τῶν βρεφῶν * βρέφος ἐν φάτνῃ ἔκειτο·
ὃν κατανοοῦσα * φησὶν ἡ τεκοῦσα·
«Εἰπέ μοι, τέκνον, * πῶς ἐνεσπάρης μοι * ἢ πῶς ἐνεφύης μοι·
ὁρῶ σε, σπλάγχνον, * καὶ καταπλήττομαι,
ὅτι γαλουχῶ * καὶ οὐ νενύμφευμαι·
καὶ σὲ μὲν βλέπω * μετὰ σπαργάνων,
τὴν παρθενίαν δὲ ἀκμὴν * ἐσφραγισμένην θεωρῶ·
σὺ γὰρ ταύτην φυλάξας * ἐγεννήθης εὐδοκήσας
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.
Ὑψηλὲ βασιλεῦ, * τί σοι καὶ τοῖς πτωχεύσασι;
Ποιητὰ οὐρανοῦ, * τί πρὸς γηΐνους ἤλυθας;
Σπηλαίου ἠράσθης * ἢ φάτνῃ ἐτέρφθης;
Ἰδοὺ οὐκ ἔστι * τόπος τῇ δούλῃ σου * ἐν τῷ καταλύματι·
οὐ λέγω τόπον, * ἀλλ᾿ οὐδὲ σπήλαιον,
ὅτι καὶ αὐτὸ * τοῦτο ἀλλότριον·
καὶ τῇ μὲν Σάῤῥᾳ * τεκούσῃ βρέφος
ἐδόθη κλῆρος γῆς πολλῆς, * ἐμοὶ δὲ οὐδὲ φωλεός·
ἐχρησάμην τὸ ἄντρον * ὃ κατῴκησας βουλήσει,
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.»
Τὰ τοιαῦτα ῥητὰ * ἐν ἀποῤῥήτῳ λέγουσα
καὶ τὸν τῶν ἀφανῶν * γνώστην καθικετεύουσα,
ἀκούει τῶν μάγων * τὸ βρέφος ζητούντων·
εὐθὺς δὲ τούτοις· * «Τίνες ὑπάρχετε;» * ἡ κόρη ἐβόησεν·
οἱ δὲ πρὸς ταύτην· * «Σὺ γὰρ τίς πέφυκας,
ὅτι τὸν τοιοῦτον ἀπεκύησας;
Τίς ὁ πατήρ σου, * τίς ἡ τεκοῦσα,
ὅτι ἀπάτορος υἱοῦ * ἐγένου μήτηρ καὶ τροφός;
Οὗ τὸ ἄστρον ἰδόντες * συνήκαμεν ὅτι ὤφθη
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.
Ἀκριβῶς γὰρ ἡμῖν * ὁ Βαλαὰμ παρέθετο
τῶν ῥημάτων τὸν νοῦν * ὧνπερ προεμαντεύσατο,
εἰπὼν ὅτι μέλλει * ἀστὴρ ἀνατέλλειν,
ἀστὴρ σβεννύων * πάντα μαντεύματα * καὶ τὰ οἰωνίσματα·
ἀστὴρ ἐκλύων * παραβολὰς σοφῶν,
ῥήσεις τε αὐτῶν * καὶ τὰ αἰνίγματα·
ἀστὴρ ἀστέρος * τοῦ φαινομένου
ὑπερφαιδρότερος πολύ, * ὡς πάντων ἄστρων ποιητής,
περὶ οὗ προεγράφη· * ἐξ Ἰακὼβ ἀνατέλλει
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.»
Παραδόξων ῥητῶν * ἡ Μαριὰμ ὡς ἤκουσε,
τῷ ἐκ σπλάγχνων αὐτῆς * κύψασα προσεκύνησε
καὶ κλαίουσα εἶπε· * «Μεγάλα μοι, τέκνον,
μεγάλα πάντα * ὅσα ἐποίησας * μετὰ τῆς πτωχείας μου·
ἰδοὺ γὰρ μάγοι * ἔξω ζητοῦσί σε·
τῶν ἀνατολῶν * οἱ βασιλεύοντες
τὸ πρόσωπόν σου * ἐπιζητοῦσι,
καὶ λιτανεύουσιν ἰδεῖν * οἱ πλούσιοι τοῦ σοῦ λαοῦ·
ὁ λαός σου γὰρ ὄντως * εἰσὶν οὗτοι οἷς ἐγνώσθης,
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.
Ἐπειδὴ οὖν λαὸς * σός ἐστι, τέκνον, κέλευσον
ὑπὸ σκέπην τὴν σὴν * γένωνται, ἵνα ἴδωσι
πενίαν πλουσίαν, * πτωχείαν τιμίαν·
αὐτόν σε δόξαν * ἔχω καὶ καύχημα· * διὸ οὐκ αἰσχύνομαι·
αὐτὸς εἶ χάρις * καὶ ἡ εὐπρέπεια
τῆς σκηνῆς κἀμοῦ· * νεῦσον εἰσέλθωσιν·
οὐδέν μοι μέλει * τῆς εὐτελείας·
ὡς θησαυρὸν γὰρ σὲ κρατῶ, * ὃν βασιλεῖς ἦλθον ἰδεῖν,
βασιλέων καὶ μάγων * ἐγνωκότων ὅτι ὤφθης,
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.»
Ἰησοῦς ὁ Χριστὸς * ὄντως τε καὶ Θεὸς ἡμῶν
τῶν φρενῶν ἀφανῶς * ἥψατο τῆς μητρὸς αὐτοῦ,
«Εἰσάγαγε, λέγων, * οὓς ἤγαγον λόγῳ·
ἐμὸς γὰρ λόγος * οὗτος ὃς ἔλαμψε * τοῖς ἐπιζητοῦσί με·
ἀστὴρ μέν ἐστιν * πρὸς τὸ φαινόμενον,
δύναμις δέ τις * πρὸς τὸ νοούμενον·
συνῆλθε μάγοις * ὡς λειτουργῶν μοι,
καὶ ἔτι ἵσταται πληρῶν * τὴν διακονίαν αὐτοῦ
καὶ ἀκτῖσι δεικνύων * τὸν τόπον ὅπου ἐτέχθη
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.
Νῦν οὖν δέξαι, σεμνή, * δέξαι τοὺς δεξαμένους με·
ἐν αὐτοῖς γὰρ εἰμὶ * ὥσπερ ἐν ταῖς ἀγκάλαις σου·
καὶ σοῦ οὐκ ἀπέστην * κἀκείνοις συνῆλθον.»
Ἡ δὲ ἀνοίγει * θύραν καὶ δέχεται * τῶν μάγων τὸ σύστημα·
ἀνοίγει θύραν * ἡ ἀπαράνοικτος
πύλη, ἣν Χριστὸς * μόνος διώδευσεν·
ἀνοίγει θύραν * ἡ ἀνοιχθεῖσα
καὶ μὴ κλαπεῖσα μηδαμῶς * τὸν τῆς ἁγνείας θησαυρόν·
αὐτὴ ἤνοιξε θύραν, * ἀφ᾿ ἧς ἐγεννήθη θύρα,
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.
Οἱ δὲ μάγοι εὐθὺς * ὥρμησαν εἰς τὸν θάλαμον,
καὶ ἰδόντες Χριστὸν * ἔφριξαν, ὅτι εἴδοσαν
τὴν τούτου μητέρα, * τὸν ταύτης μνηστῆρα,
καὶ φόβῳ εἶπον· * «Οὗτος υἱός ἐστιν * ἀγενεαλόγητος;
Καὶ πῶς, παρθένε, * τὸν μνηστευσάμενον
βλέπομεν ἀκμὴν * ἔνδον τοῦ οἴκου σου;
Οὐκ ἔσχε μῶμον * ἡ κύησις σου·
μὴ ἡ κατοίκησις ψεχθῇ * συνόντος σοι τοῦ Ἰωσήφ·
πλῆθος ἔχεις φθονούντων * ἐρευνώντων ποῦ ἐτέχθη
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.
—Ὑπομνήσω ὑμᾶς, * μάγοις Μαρία ἔφησε,
τίνος χάριν κρατῶ * τὸν Ἰωσὴφ ἐν οἴκῳ μου·
εἰς ἔλεγχον πάντων * τῶν καταλαλούντων·
αὐτὸς γὰρ λέξει * ἅπερ ἀκήκοε * περὶ τοῦ παιδίου μου·
ὑπνῶν γὰρ εἶδεν * ἄγγελον ἅγιον
λέγοντα αὐτῷ * πόθεν συνέλαβον·
πυρίνη θέα * τὸν ἀκανθώδη
ἐπληροφόρησε νυκτὸς * περὶ τῶν λυπούντων αὐτόν·
δι᾿ αὐτὸ σύνεστί μοι * Ἰωσὴφ δηλῶν ὡς ἔστι
παιδίον νέον * ὁ πρὸ αἰώνων Θεός.
Ῥητορεύει σαφῶς * ἅπαντα ἅπερ ἤκουσεν·
ἀπαγγέλλει τρανῶς * ὅσα αὐτὸς ἑώρακεν
ἐν τοῖς οὐρανίοις * καὶ τοῖς ἐπιγείοις·
τὰ τῶν ποιμένων, * πῶς συνανύμνησαν * πηλίνοις οἱ πύρινοι·
ὑμῶν τῶν μάγων, * ὅτι προέδραμεν
ἄστρον φωταυγοῦν * καὶ ὁδηγοῦν ὑμᾶς·
διὸ ἀφέντες * τὰ προῤῥηθέντα,
ἐκδιηγήσασθε ἡμῖν * τὰ νῦν γενόμενα ὑμῖν,
πόθεν ἥκατε, πῶς δὲ * συνήκατε ὅτι ὤφθη
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.»
Ὡς δὲ ταῦτα αὐτοῖς * ἡ φαεινὴ ἐλάλησεν,
οἱ τῆς ἀνατολῆς * λύχνοι πρὸς ταύτην ἔφησαν·
«Μαθεῖν θέλεις πόθεν * ἠλύθαμεν ὧδε;
Ἐκ γῆς Χαλδαίων, * ὅθεν οὐ λέγουσι· * θεὸς θεῶν κύριος,
ἐκ Βαβυλῶνος, * ὅπου οὐκ οἴδασιν
τίς ὁ ποιητὴς * τούτων ὧν σέβουσιν·
ἐκεῖθεν ἦλθε * καὶ ἦρεν ἡμᾶς
ὁ τοῦ παιδίου σου σπινθὴρ * ἐκ τοῦ πυρὸς τοῦ περσικοῦ·
πῦρ παμφάγον λιπόντες, * πῦρ δροσίζον θεωροῦμεν,
παιδίον νέον, * τὸν πρὸ αἰώνων Θεόν.
Ματαιότης ἐστὶ * ματαιοτήτων ἅπαντα,
ἀλλ᾿ οὐδεὶς ἐν ἡμῖν * ταῦτα φρονῶν εὑρίσκεται·
οἱ μὲν γὰρ πλανῶσιν, * οἱ δὲ καὶ πλανῶνται·
διό, παρθένε, * χάρις τῷ τόκῳ σου * δι᾿ οὗ ἐλυτρώθημεν
οὐ μόνον πλάνης, * ἀλλὰ καὶ θλίψεως
τῶν χωρῶν πασῶν * ὧνπερ διήλθομεν,
ἐθνῶν ἀσήμων, * γλωσσῶν ἀγνώστων,
περιερχόμενοι τὴν γῆν * καὶ ἐξερευνῶντες αὐτὴν
μετὰ λύχνου τοῦ ἄστρου, * ἐκζητοῦντες ποῦ ἐτέχθη
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.
Ἀλλ᾿ ὡς ἔτι αὐτὸν * τοῦτον τὸν λύχνον εἴχομεν,
τὴν Ἰερουσαλὴμ * πᾶσαν περιωδεύσαμεν,
πληροῦντες εἰκότως * τὰ τῆς προφητείας·
ἠκούσαμεν γὰρ * ὅτι ἠπείλησε * Θεὸς ἐρευνᾶν αὐτήν·
καὶ μετὰ λύχνου * περιηρχόμεθα,
θέλοντες εὑρεῖν * μέγα δικαίωμα·
ἀλλ᾿ οὐχ εὑρέθη, * ὅτι ἐπήρθη
ἡ κιβωτὸς αὐτῆς μεθ᾿ ὧν * συνεῖχε πρότερον καλῶν·
τὰ ἀρχαῖα παρῆλθεν, * ἀνεκαίνισε γὰρ πάντα
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.
—Ναί, φησί, τοῖς πιστοῖς * μάγοις Μαρία ἔφησε,
τὴν Ἰερουσαλὴμ * πᾶσαν περιωδεύσατε,
τὴν πόλιν ἐκείνην * τὴν προφητοκτόνον;
Καὶ πῶς ἀλύπως * ταύτην διήλθετε * τὴν πᾶσι βασκαίνουσαν;
Ἡρώδην πάλιν * πῶς διελάθετε
τὸν ἀντὶ θεσμῶν * φόνων ἐμπνέοντα;»
Οἱ δὲ πρὸς ταύτην * φησί· «Παρθένε,
οὐ διελάθομεν αὐτόν, * ἀλλ᾿ ἐνεπαίξαμεν αὐτῷ·
συνετύχομεν πᾶσιν * ἐρωτῶντες ποῦ ἐτέχθη
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.»
Ὅτε ταῦτα αὐτῶν * ἡ Θεοτόκος ἤκουσεν,
τότε εἶπεν αὐτοῖς· * «Τί ὑμᾶς ἐπηρώτησεν
Ἡρώδης ὁ ἄναξ * καὶ οἱ Φαρισαῖοι;
—Ἡρώδης πρῶτον, * εἶτα, ὡς ἔφησας, * οἱ πρῶτοι τοῦ ἔθνους σου
τὸν χρόνον τούτου * τοῦ φαινομένου νῦν
ἄστρου παρ᾿ ἡμῶν * ἐξηκριβώσαντο·
καὶ ἐπιγνόντες * ὡς μὴ μαθόντες
οὐκ ἐπεθύμησαν ἰδεῖν * ὃν ἐξηρεύνησαν μαθεῖν,
ὅτι τοῖς ἐρευνῶσιν * ὀφείλει θεωρηθῆναι
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.
Ὑπενόουν ἡμᾶς * ἄφρονας οἱ ἀνόητοι
καὶ ἠρώτων, φησί· * Πόθεν καὶ πότε ἥκατε;
πῶς μὴ φαινομένας * ὡδεύσατε τρίβους;
Ἡμεῖς δὲ τούτοις * ὅπερ ἠπίσταντο * ἀντεπηρωτήσαμεν·
Ὑμεῖς τὸ πάρος * πῶς διωδεύσατε
ἔρημον πολλὴν * ἥνπερ διήλθετε;
Ὁ ὁδηγήσας * τοὺς ἀπ᾿ Αἰγύπτου
αὐτὸς ὡδήγησε καὶ νῦν * τοὺς ἐκ Χαλδαίων πρὸς αὐτόν,
τότε στύλῳ πυρίνῳ, * νῦν δὲ ἀστέρι δηλοῦντι
παιδίον νέον, * τὸν πρὸ αἰώνων Θεόν.
[Ὁ ἀστὴρ πανταχοῦ * ἦν ἡμῶν προηγούμενος
ὡς ὑμῖν ὁ Μωσῆς * ῥάβδον ἐπιφερόμενος,
τὸ φῶς περιλάμπων * τῆς θεογνωσίας·
ὑμᾶς τὸ μάννα * πάλαι διέθρεψε * καὶ πέτρα ἐπότισεν·
ἡμᾶς ἐλπὶς ἡ * τούτου ἐνέπλησε·
τῇ τούτου χαρᾷ * διατρεφόμενοι,
οὐκ ἐν Περσίδι * ἀναποδίσαι
διὰ τὸν ἄβατον ὁδὸν * ὁδεύειν ἔσχομεν ἐν νῷ,
θεωρῆσαι ποθοῦντες, * προσκυνῆσαι καὶ δοξάσαι
παιδίον νέον, * τὸν πρὸ αἰώνων Θεόν.«]
Ὑπὸ τῶν ἀπλανῶν * μάγων ταῦτα ἐλέγετο·
ὑπὸ δὲ τῆς σεμνῆς * πάντα ἐπεσφραγίζετο,
κυροῦντος τοῦ βρέφους * τὰ τῶν ἀμφοτέρων,
τῆς μὲν ποιοῦντος * μετὰ τὴν κύησιν * τὴν μήτραν ἀμίαντον,
τῶν δὲ δεικνύντος * μετὰ τὴν ἔλευσιν
ἄμοχθον τὸν νοῦν * ὥσπερ τὰ βήματα·
οὐδεὶς γὰρ τούτων * ὑπέστη κόπον,
ὡς οὐκ ἐμόχθησεν ἐλθὼν * ὁ Ἀμβακοὺμ πρὸς Δανιήλ·
ὁ φανεὶς γὰρ προφήταις * ὁ αὐτὸς ἐφάνη μάγοις
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.
Μετὰ ταῦτα αὐτῶν * πάντα τὰ διηγήματα,
δῶρα ἦραν χερσὶν * μάγοι καὶ προσεκύνησαν
τῷ δώρῳ τῶν δώρων, * τῷ μύρῳ τῶν μύρων·
χρυσὸν καὶ σμύρναν * εἶτα καὶ λίβανον * Χριστῷ προσεκόμισαν,
βοῶντες· «Δέξαι * δώρημα τρίϋλον,
ὡς τῶν Σεραφὶμ * ὕμνον τρισάγιον·
μὴ ἀποστρέψῃς * ὡς τὰ τοῦ Κάϊν,
ἀλλ᾿ ἐναγκάλισαι αὐτὰ * ὡς τὴν τοῦ Ἄβελ προσφοράν,
διὰ τῆς σε τεκούσης, * δι᾿ ἧς ἡμῖν ἐγεννήθης,
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.»
Νέα νῦν καὶ φαιδρὰ * βλέπουσα ἡ ἀμώμητος
μάγους δῶρα χερσὶ * φέροντας καὶ προσπίπτοντας,
ἀστέρα δηλοῦντα, * ποιμένας ὑμνοῦντας,
τὸν πάντων τούτων * κτίστην καὶ κύριον * ἱκέτευε λέγουσα·
«Τριάδα δώρων, * τέκνον, δεξάμενος,
τρεῖς αἰτήσεις δὸς * τῇ γεννησάσῃ σε·
ὑπὲρ ἀέρων * παρακαλῶ σε
καὶ ὑπὲρ τῶν καρπῶν τῆς γῆς * καὶ τῶν οἰκούντων ἐν αὐτῇ·
διαλλάγηθι πᾶσι, * δι᾿ ἐμοῦ ὅτι ἐτέχθης,
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.
Οὐχ ἁπλῶς γάρ εἰμι * μήτηρ σου, σῶτερ εὔσπλαγχνε·
οὐκ εἰκῇ γαλουχῶ * τὸν χορηγὸν τοῦ γάλακτος,
ἀλλὰ ὑπὲρ πάντων * ἐγὼ δυσωπῶ σε·
ἐποίησάς με * ὅλου τοῦ γένους μου * καὶ στόμα καὶ καύχημα·
ἐμὲ γὰρ ἔχει * ἡ οἰκουμένη σου
σκέπην κραταιάν, * τεῖχος καὶ στήριγμα·
ἐμὲ ὁρῶσιν * οἱ ἐκβληθέντες
τοῦ παραδείσου τῆς τρυφῆς, * ὅτι ἐπιστρέφω αὐτούς·
λάβῃ αἴσθησιν πάντα * δι᾿ ἐμοῦ ὅτι ἐτέχθης,
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.
Σῶσον κόσμον, σωτήρ· * τούτου γὰρ χάριν ἤλυθας·
στῆσον πάντα τὰ σά· * τούτου γὰρ χάριν ἔλαμψας
ἐμοὶ καὶ τοῖς μάγοις * καὶ πάσῃ τῇ κτίσει·
ἰδοὺ γὰρ μάγοι * οἷς ἐνεφάνισας * τὸ φῶς τοῦ προσώπου σου,
προσπίπτοντές σοι * δῶρα προσφέρουσι
χρήσιμα, καλά, * λίαν ζητούμενα·
αὐτῶν γὰρ χρῄζω, * ἐπειδὴ μέλλω
ἐπὶ τὴν Αἴγυπτον μολεῖν * καὶ φεύγειν σὺν σοὶ διὰ σέ,
ὁδηγέ μου, υἱέ μου, * ποιητά μου, πλουτιστά μου,
παιδίον νέον, * ὁ πρὸ αἰώνων Θεός.» |
ΣΤΗΝ ΑΓΙΑ ΚΑΙ ΠΑΝΣΕΠΤΗ ΓΕΝΝΗΣΙ ΤΟΥ ΚΥΡΙΟΥ ΜΑΣ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ
Προοίμιον
Ἡ Παναγία σήμερα στὸν κόσμο φέρνει ὡς ἄνθρωπο τὸν Ἄκτιστο Θεό,
καὶ ἡ γῆ τὸ Σπήλαιο στὸν Ἀπροσπέλαστο παρέχει.
ἄγγελοι μὲ τοὺς βοσκοὺς δοξολογοῦνε
καὶ μάγοι ἔρχονται στὸ δρόμο μὲ τ᾿ ἀστέρι.
ἀφοῦ πρὸς χάρι μας γεννήθηκε
Νέο Παιδί, ὁ Ἄχρονος Θεός.
Οἶκοι
α´. Ἡ Βηβλεὲμ ἄνοιξε τὸν Παράδεισο, ἐλᾶτε νὰ δοῦμε. τὴν ἀπόλαυσι κρυμμένη βρήκαμε, ἐλᾶτε νὰ πάρουμε τοῦ παραδείσου τὰ δῶρα μέσα στὸ Σπήλαιο.
ἐκεῖ ἐφανερώθηκε δέντρο Ὑπερφυσικὸ ποὺ προσφέρει ἄφεσι, ἐκεῖ μέσα εὑρέθηκε πηγάδι ἀχειροποίητο, ἀπ᾿ ὅπου ὁ Δαβὶδ παλιὰ ἐπιθύμησε νὰ πιῆ. ἐκεῖ μέσα βρίσκεται Κόρη ποὺ ἐγέννησε Βρέφος καὶ σταμάτησεν ἀμέσως τὴ δίψα τοῦ Ἀδὰμ καὶ τοῦ Δαβίδ. γιὰ τοῦτο πρὸς τὸ Σπήλαιο ἂς τρέξουμε, ἐκεῖ ποὺ ἐγεννήθη Νέο Παιδί, ὁ Ἄχρονος Θεός.
β´. Ὁ Δημιουργός της μητέρας Γιός της θέλησε κι ἔγινε.
ὁ προστάτης τῶν βρεφῶν Βρέφος στὴ φάτνη πλαγίαζε.
καὶ προσπαθώντας νὰ τὸν καταλάβη Τοῦ ᾿λεγεν ἡ Μητέρα Του:
«Πές μου, παιδί μου, πῶς μέσα μου ἦρθες;
Σὲ κοιτάζω, Σπλάχνο μου, καὶ μένω κατάπληκτη,
γιατὶ Σὲ θηλάζω καὶ γάμο δὲν ἔκανα.
κι ἐνῶ Σὲ βλέπω σπαργανωμένο
τὴν παρθενίαν μου ἀκόμα ἀπείραχτην θωρῶ.
γιατὶ Ἐσὺ τὴν ἐφύλαξες ποὺ διάλεξες κι ἔγινες
Νέο Παιδί, ὁ Ἄχρονος Θεός.
γ´. Ὑπέροχε Βασιλιά, ποιὰ σχέση ἔχεις Ἐσὺ μ᾿ ἐκείνους ποὺ ἐπτώχευσαν;
Δημιουργέ του οὐρανοῦ, γιατὶ στοὺς χωματένιους ἦρθες;
Ἀγάπησες τὸ Σπήλαιο ἢ ζήλεψες τὴ Φάτνη;
Νὰ ποὺ δὲν βρίσκεται οὔτε δωμάτιο γιὰ τὴ δούλη Σου στὸν χῶρο ποὺ ξεπεζέψαμε.
δὲν λέω μόνο δωμάτιο μὰ οὔτε καὶ σπήλαιο,
γιατὶ κι αὐτὸ ἐδῶ ᾿ναὶ ξένο.
καὶ στὴ Σάρα σὰν ἔγινε μητέρα
ἐδόθηκε κληρονομιὰ μεγάλη, σὲ μένα ὅμως οὔτε φωλιά.
Χρησιμοποίησα τὸ Σπήλαιο ποὺ θεληματικὰ κατοίκησες
Ἐσύ, Νέο παιδί, ὁ Ἄχρονος Θεός.»
δ´. Ἐνῶ ἔκανε αὐτὸν τὸν νοερὸ διάλογο
καὶ καθικέτευε Ἐκεῖνον, ποὺ ξέρει ὅλα τὰ μυστικά,
ἀκούει τοὺς Μάγους τὸ Βρέφος νὰ ζητᾶνε.
Κι ἀμέσως τοὺς εἶπε «Ποιοὶ εἶσθε;»
κι αὐτοὶ τὴ ῥωτᾶνε. «Ἀλήθεια Ποιὰ εἶσαι Σύ,
ποὺ γέννησες Τέτοιο Παιδί;
Ποιὸς εἶναι ὁ πατέρας σου καὶ ποιὰ ἡ μητέρα σου;
Γιατὶ ἔγινες Μητέρα καὶ τροφὸς Παιδιοῦ χωρὶς πατέρα,
τοῦ Ὁποίου καθὼς εἴδαμε τὸ ἄστρο καταλάβαμε πῶς ἦρθε στὸν κόσμο
Νέο Παιδί, ὁ Ἄχρονος Θεός.
ε´. Γιατὶ καθαρὰ ὁ Βαλαὰμ μᾶς παρουσίασε
τὸ νόημα ἐκείνων ποὺ προφήτεψε,
εἶπε δηλ. ὅτι ἄστρο θ᾿ ἀνατείλη,
ἄστρο ποὺ σβήνει ὅλα τὰ μαντέματα καὶ τὰ προοιωνίσματα.
ἄστρο ποὺ καταργεῖ τῶν σοφῶν τὶς παραβολές,
τὶς γνῶμες καὶ τοὺς γρίφους.
Ἄστρο ἀπ᾿ τ᾿ ἀστέρι ποὺ φαίνεται
ἀσύγκριτα λαμπρότερο, γιατὶ εἶναι ὅλων τῶν ἄστρων Ποιητής,
περὶ τοῦ ὁποίου ἔγιναν προφητεῖες. Ἀπ᾿ τὸν Ἰακὼβ ἀνατέλλει
Νέο Παιδί, ὁ Ἄχρονος Θεός.
στ´. Τὰ παράξενα λόγια ἡ Μαριὰμ καθὼς ἄκουσε
ἔσκυψε καὶ προσκύνησε τὸ Σπλάγχνο Της
καὶ κλαίγοντας Τοῦ εἶπε. «Εἶναι μεγάλα γιὰ μένα, Παιδί μου,
ὅλα μεγάλα, τὰ ὅσα ἔκανες σὲ μένα τὴ φτωχή.
γιατὶ νὰ ἔξω οἱ Μάγοι Σὲ ζητᾶνε,
οἱ βασιλιᾶδες τῆς Ἀνατολῆς.
τὸ Πρόσωπό Σου ἐπίμονα γυρεύουν
καὶ ἱκετεύουνε θερμὰ γιὰ νὰ Σὲ δοῦνε οἱ τοῦ λαοῦ Σου διαλεχτοί.
γιατί ᾿ναὶ αὐτοὶ στ᾿ ἀλήθεια ὁ λαός Σου, στοὺς ὁποίους ἐφανερώθης
Νέο Παιδί, ὁ Ἄχρονος Θεός.
ζ´. Κι ἐπειδή ῾ναι λαός Σου, Παιδί μου, διάταξε
μέσα ναρθοῦνε, γιὰ νὰ δοῦν
πλούσια ἀνέχεια, τίμια φτώχεια.
Ἐσένα τὸν Ἴδιο ἔχω δόξα καὶ καύχημα. γι᾿ αὐτὸ καὶ δὲν ντρέπομαι.
Ἐσὺ εἶσαι ὀμορφιὰ καὶ στολίδι
τοῦ σπιτιοῦ καὶ ἐμένα. θέλησε τὸ νὰ μποῦνε.
δὲν μὲ νοιάζει ποὺ εἶναι ταπεινὰ ἐδῶ μέσα.
ἀφοῦ Ἐσένα κρατάω σὰν θησαυρό, Ἐσένα ποὺ ἦρθαν βασιλεῖς γιὰ νὰ δοῦνε,
Βασιλεῖς καὶ Μάγοι ποὺ ἔμαθαν ὅτι ἐφάνης
Νέο Παιδί, ὁ Ἄχρονος Θεός.»
η´. Ὁ Ἰησοῦς ποὖναι στ᾿ ἀλήθεια καὶ Θεός μας
ἀπάντησε νοερὰ στὴ σκέψι τῆς Μητέρας Του
καὶ εἶπε. «Βάλε μέσα αὐτούς, ποὺ μὲ μήνυμα ἔφερα.
γιατὶ δικός μου ἄγγελος ἐφανερώθη σ᾿ αὐτοὺς ποὺ μὲ λαχτάρα μὲ ψάχνουν.
εἶναι μὲν ἄστρο κατὰ τὸ φαινόμενο
μὰ στὴν πραγματικότητα κάποια δύναμι ὑπερφυσική.
ἦρθε ἀντάμα μὲ τοὺς Μάγους γιατὶ Ἐμένα ὑπηρετεῖ
κι᾿ ἀκόμα στέκεται ἐκτελώντας τὸν προορισμό του
καὶ δείχνει μὲ τὴ λάμψι τοῦ τὸν τόπο ποὺ γεννήθηκε
Νέο Παιδί, ὁ Ἄχρονος Θεός.
θ´. Τώρα, λοιπόν, Ἁγία Κόρη, ὑποδέξου ἐκείνους ποὺ μὲ πίστεψαν.
μ᾿ ἐκείνους βρίσκομαι στ᾿ ἀλήθεια ἔτσι ἀκριβῶς ὅπως στὴν ἀγκαλιά Σου μὲ κρατᾶς.
κι ἀπὸ Σένα δὲν μάκρυνα καὶ μαζὶ μ᾿ αὐτοὺς ἦρθα.»
Κι ἀνοίγει Ἐκείνη τὴν πόρτα καὶ ὑποδέχεται τὴ συντροφιὰ τῶν Μάγων.
ἀνοίγει θύρα ἡ ἀπαραβίαστη
Πύλη, τὴν ὁποία μονάχα ὁ Χριστὸς ἐδιάβηκε.
ἀνοίγει θύρα ἡ Θύρα ποὺ ἄνοιξε
καὶ δὲν ἔχασε καθόλου τῆς ἁγνείας τὸ θησαυρό.
ἄνοιξε θύρα Αὐτή, ἀπ᾿ τὴν Ὁποία ἐγεννήθη Θύρα,
Νέο Παιδί, ὁ Ἄχρονος Θεός.
ι´. καὶ οἱ Μάγοι ἀμέσως ἐτρέξανε σ τὴν κάμαρα
καὶ καθὼς ἀντικρυσαν τὸ Χριστὸ τὰ ἔχασαν, γιατὶ εἴδανε
τὴ Μητέρα του, τὸ Μνηστήρα Της.
καὶ τρομαγμένοι εἴπανε: «Αὐτὸς εἶναι Παιδὶ δίχως καταγωγὴ ἀνθρώπινη,
καὶ πῶς, Κόρη, τὸν Μνηστήρα
βλέπουμε ἀκόμη μέσα στὸ σπίτι Σου;
Δὲν κατηγόρησαν τὴν ἐγκυμοσύνη Σου;
Μήπως παραξηγηθῆ ἡ συγκατοίκησι μίας καὶ βρίσκεται κοντά Σου ὁ Ἰωσήφ.
ἔχεις πολλοὺς ποὺ Σὲ φθονοῦν καὶ ψάχνουμε νὰ βροῦνε ποὺ γεννήθηκε
Νέο Παιδί, ὁ Ἄχρονος Θεός.»
ια´. Ἀπάντησε στοὺς Μάγους ἡ Μαρία: «Νὰ σᾶς ἐξηγήσω
γιὰ ποιὸ λόγο κρατῶ τὸν Ἰωσὴφ στὸ σπίτι μου.
θέλω νὰ δίνη μαρτυρία σὲ ὅσους μὲ κατηγοροῦν.
γιατὶ αὐτὸς θὰ ἀναφέρη ὅλα ἐκεῖνα ποὺ ἄκουσε γιὰ τὸ Παιδί μου.
ἀφοῦ καθὼς κοιμότανε εἶδε ἅγιο ἄγγελο
νὰ τὸν ἐνημερώνη ἀπὸ πούθε ἔμεινα ἔγκυος,
ἀστραφτερὴ μορφὴ τὸν προβληματισμένο Ἰωσὴφ
ἐπληροφόρησε τὴ νύχτα πάνω σε ὅσα τὸν ἐστενοχώραγαν.
γι᾿ αὐτὸ κι εἶναι μαζί μου ὁ Ἰωσήφ, γιὰ νὰ δηλώνη ὅτι
ἔγινε πραγματικὰ
Νέο Παιδί, ὁ Ἄχρονος Θεός.
ιβ´. Ὁλοκάθαρα λέει ὅλα τὰ ὅσα ἄκουσε.
περίτρανα διαλαλεῖ ὅσα ὁ ἴδιος εἶδε
σὲ οὐρανὸ καὶ γῆς.
τὰ σχετικὰ μὲ τοὺς τσοπάνηδες, τὸ πὼς ἐδοξολόγησαν οἱ
ἄγγελοι μὲ τοὺς ἀνθρώπους.
γιὰ σᾶς τοὺς Μάγους ὅτι εἴχατε μπροστὰ στὸ δρόμο σας
ἄστρο ποὺ ἔφεγγε καὶ σᾶς ὁδηγοῦσε.
Γι᾿ αὐτὸ ἀφῆστε τὰ παραπάνω
καὶ ἐξιστορῆστε μας αὐτὰ ποὺ τώρα σᾶς συνέβησαν.
ἀπὸ ποῦ ἤρθατε καὶ πῶς ἐκαταλάβατε ὅτι φάνηκε
Νέο Παιδί, ὁ Ἄχρονος Θεός.»
ιγ´. Κι ὅταν εἶπεν αὐτὰ στοὺς Μάγους ἡ Ὁλόφωτη,
οἱ λύχνοι τῆς Ἀνατολῆς σ᾿ Ἐκείνην ἀπαντήσανε.
«Θέλεις νὰ μάθης ἐδῶ πῶς εὑρεθήκαμε;
Ἀπὸ τὴ χώρα τῶν Χαλδαίων, ὅπου δὲν παραδέχονται ὅτι
ὁ Κύριος εἶναι ὁ “Θεὸς τῶν θεών”
ἀπὸ τὴ Βαβυλώνα ὅπου δὲν ξέρουνε
ποιὸς ἐφτίαξε ἐκεῖνα ποὺ λατρεύουν.
ἀπὸ ἐκεῖ ἦρθε καὶ μᾶς παρέλαβε
τὸ Φῶς τοῦ Παιδιοῦ Σου ἀπὸ τὴν πυρολατρεία τῶν Περσῶν.
ἀφήσαμε τὴ φωτιὰ ποὺ ὅλα τὰ ἐξαφανίζει κι ἀντικρύζουμε
Φωτιὰ ποὺ δροσίζει,
Νέο Παιδί, τὸν Ἄχρονο Θεό.
ιδ´. Ματαιότης ματαιοτήτων εἶναι ὅλα.
μὰ κανεὶς ἀνάμεσά μας δὲν ὑπάρχει ποὺ νὰ τὸ παραδέχεται.
γιατὶ ἄλλοι μὲν πλανοῦν κι ἄλλοι εἶναι πλανεμένοι.
Γι᾿ αὐτό, Παρθένε, εὐχαριστοῦμε τὸ Γιό Σου ποὺ μᾶς ἐλευθέρωσε
ὄχι μονάχα ἀπ᾿ τὴ πλάνη ἀλλὰ καὶ ἀπὸ κάθε κακὸ
σ᾿ ὅλες τὶς χῶρες ποὺ διατρέξαμε,
ἀπὸ ἔθνη βάρβαρα, ἀπὸ γλῶσσες ἄγνωστες,
καθὼς ἐπερπατούσαμε στὴ γῆ καὶ τὴν ἐψάχναμε
ἔχοντας τὸ ἄστρο γιὰ λυχνάρι καὶ μὲ λαχτάρα
ἐζητούσαμε τὸ ποὺ γεννήθηκε
Νέο Παιδί, ὁ Ἄχρονος Θεός.
ιε´. Μὲ ὁδηγὸ ὡστόσο αὐτὸ τὸ ἄστρινο λυχνάρι,
ὁλόκληρη τὴν Ἱερουσαλὴμ περιδιαβάσαμε
καὶ πραγματοποιήσαμε στὰ σίγουρα τὰ προφητικὰ λόγια.
Ἀκούσαμε δηλαδὴ ὅτι ἀπείλησε ὁ Θεὸς πὼς θὰ τῆς κάνῃ ἔρευνα.
κι ἐρχόμαστε ἕνα γύρο μὲ τὸ λυχνάρι
θέλοντας γιὰ νὰ βροῦμε τοῦ Θεοῦ τὴν Δωρεά.
μὰ δὲν τὴν βρήκαμε γιατὶ ἐπάρθηκε
ἡ κιβωτὸς τῆς μαζὶ μὲ ὅλα ὅσα βάσταγε προτερινὰ καλά.
τὰ παλιὰ ἐπεράσανε. ἀφοῦ ὅλα τὰ ἀνακαίνισε
Νέο Παιδί, ὁ Ἄχρονος Θεός.»
ιστ´. «Ἀλήθεια», ἀπάντησε ἡ Μαρία στοὺς πιστοὺς Μάγους,
«ὅλη τὴν Ἱερουσαλὴμ περιδιαβάσατε,
τὴν πόλι ποὺ σκοτώνει τοὺς προφῆτες;
Καὶ πῶς ἀνενόχλητα διατρέξατε αὐτὴν ποὺ ὅλους τοὺς φθονεῖ;
Πῶς πάλι τοῦ Ἡρώδη ἐξεφύγατε
ποὺ ἔχει μέσα στὴν καρδιά του κι᾿ ἀναπνεύει φόνους ἀντὶ γιὰ νόμους;»
Κι ἐκεῖνοι λένε πρὸς Αὐτήν. «Κόρη,
δὲν τοῦ κρυφτήκαμε ἀλλὰ τὸν ξεγελάσαμε.
ἐμιλήσαμε μ᾿ ὅλους ῥωτώντας ποὺ γεννήθηκε
Νέο Παιδί, ὁ Ἄχρονος Θεός.»
ιζ´. Ὅταν ἄκουσεν αὐτὰ ἡ Θεοτόκος ἀπ᾿ τοὺς Μάγους,
τότε εἶπε σ᾿ αὐτούς. «Τί σᾶς ἐρώτησε
ὁ βασιλιὰς Ἡρώδης καθὼς καὶ οἱ Φαρισαῖοι;»
«Ὁ Ἡρώδης πρῶτα καὶ μετά, ὅπως τόπες, οἱ ἄρχοντες τοῦ Ἔθνους Σου
προσπάθησαν νὰ ἐξακριβώσουν ἀπό μας
τὸ χρόνο αὐτοῦ του ἄστρου ποὺ τώρα φαίνεται.
κι ἀφοῦ τὸ διαπίστωσαν, χωρὶς νὰ καταλάβουνε τὸ θαῦμα,
δὲν ἐλαχτάρησαν νὰ δοῦν Αὐτὸν ποὺ ψάξανε νὰ μάθουν,
γιατὶ σὲ ὅσους ἐρευνοῦν φανερώνεται
Νέο Παιδί, ὁ Ἄχρονος Θεός.
ιη´. Μᾶς πέρασαν γιὰ ἄφρονες οἱ ἄμυαλοι,
καὶ μᾶς ῥωτοῦσαν “ἀπὸ ποῦ καὶ πότε ἤρθατε;
πῶς δρόμους ἄγνωστους περάσατε;”
Κι ἐμεῖς μὲ τὴ σειρά μας τοὺς ῥωτήσαμε νά μας
ἀπαντήσουν μὲ βάση αὐτὸ ποὺ ξέρανε.
Ἐσεῖς παλιὰ πῶς βρήκατε τὸ δρόμο
στὴν ἀπέραντη ἔρημο ποὺ περάσατε;
Ἐκεῖνος ποὺ ὁδήγησε τοὺς Ἑβραίους ἀπ᾿ τὴν Αἴγυπτο,
ὁ Ἴδιος καὶ τώρα ἔφερε κοντά Του τοὺς Χαλδαίους,
τότε μὲ φωτεινὸ στύλο καὶ τώρα μ᾿ ἄστρο ποὺ ἔδειχνε
Νέο Παιδί, τὸν Ἄχρονο Θεό.
ιθ´. Τ᾿ ἀστέρι παντοῦ μπροστὰ μας πορευότανε
ὅπως σὲ σᾶς ὁ Μωυσῆς μὲ τὸ ῥαβδὶ στὸ χέρι,
σκορπίζοντας ἀνάργυρά της θεογνωσίας τὸ φῶς.
Ἐσᾶς παλιὰ τὸ μάννα ἐχόρτασε καὶ σᾶς ξεδίψασεν ἡ πέτρα.
ἐμᾶς ἡ ἐλπίδα τοῦ ἄστρου ἐμψύχωσε.
ἀπ᾿ τὴ χαρὰ τοῦ ἐχορταίναμε
καὶ στὴν Περσία νὰ γυρίσουμε,
μίας κι ἦταν δύσκολος ὁ δρόμος, οὔτε ποὺ βάλαμε στὸ νοῦ μας,
ἀφοῦ νὰ δοῦμε λαχταρούσαμε, νὰ προσκυνήσουμε καὶ νὰ δοξάσουμε
Νέο Παιδί, τὸν Ἄχρονο Θεό”.»
κ´. Οἱ Μάγοι οἱ σοφοὶ αὐτὰ ἐλέγανε.
κι ἡ Κόρη ἡ Σεμνὴ ὅλα τὰ ἐπισφράγιζε
καὶ τὸ Βρέφος ἐπικύρωνε καὶ τῶν δύο μερῶν τὰ λεγόμενα.
τῆς μὲν Παναγίας ἐφύλαξε ἀπείραχτη τὴ μήτρα μετὰ τὴν κυοφορία,
τῶν δὲ Μάγων ἔκαμε, μετὰ τὸν ἐρχομό,
ξεκούραστο τὸν νοῦ ὅπως τὰ βήματα.
γιατὶ κανένας τοὺς κούραση δὲν ἐνοίωσε
ὅπως δὲν ἐκουράστηκε ὁ Ἀββακοὺμ ποὺ πῆγε στὸν Δανιήλ.
ἀφοῦ Ἐκεῖνος ποὺ ἐφάνηκε στοὺς προφῆτες, ὁ Ἴδιος
φανερώθη καὶ στοὺς Μάγους,
Νέο Παιδί, ὁ Ἄχρονος Θεός.
κα´. Ὕστερα ἀπ᾿ αὐτὲς ὅλες τὶς διηγήσεις
πῆραν τὰ Δῶρα οἱ Μάγοι στὰ χέρια τους καὶ προσκύνησαν
τὴν Πηγὴ ὅλων τῶν δώρων καὶ ὅλων τῶν ἀρωμάτων
κι ὕστερα πρόσφεραν στὸν Χριστὸ χρυσάφι, σμύρνα καὶ λιβάνι
λέγοντας. «Δέξου δῶρο τριπλό,
ὅπως δέχεσαι ἀπὸ τὰ Σεραφεὶμ τὸν Τρισάγιο ὕμνο.
μὴν τὰ περιφρονήσης ὅπως τὰ δῶρα τοῦ Κάϊν,
ἀλλὰ δέξου τὰ μὲ εὐχαρίστηση ὅπως τοῦ Ἄβελ τὴν προσφορά,
μὲ τὶς πρεσβεῖες Ἐκείνης ποὺ Σ᾿ ἐγέννησε κι ἔγινε
αἰτία νάρθης κοντά μας
Νέο Παιδί, ὁ Ἄχρονος Θεός.»
κβ´. Βλέποντας τώρα ἡ Ἀψεγάδιαστη δῶρα πρωτότυπα καὶ ὄμορφα
οἱ Μάγοι στὰ χέρια νὰ βαστᾶνε καὶ κάτω νὰ πέφτουν καὶ νὰ προσκυνοῦν
ἀστέρι νὰ δείχνῃ, βοσκοὺς νὰ δοξάζουν,
ὅλων αὐτῶν τὸν Πλάστη καὶ Δημιουργὸ ἱκέτευε καὶ ἔλεγε.
«Παιδί μου, Σὺ ποὺ δέχτηκες τρία δῶρα,
τρεῖς χάρες θέλω νὰ κάνῃς σὲ μένα ποὺ Σ᾿ ἐγέννησα.
Σὲ παρακαλῶ δῶσε καλοὺς ἀέρες,
καλοὺς καρποὺς στὴ γῆ καὶ φύλαγε τοὺς ἀνθρώπους.
Συμφιλιώσου μὲ ὅλους γιὰ χάρη μου, γιατὶ ἐγεννήθης
Νέο Παιδί, ὁ Ἄχρονος Θεός.
κγ´. Εἶναι ἀλήθεια, Σωτῆρα μου Εὔσπλαχνε, πὼς δὲν εἶμαι
μονάχα δική Σου Μητέρα.
οὔτε χωρὶς σκοπὸ σὲ θηλάζω Ἐσένα ποὺ τὸ γάλα χορηγεῖς.
ἀλλὰ γιὰ ὅλους Ἐγὼ θερμὰ Σὲ ἱκετεύω.
μὲ ἔκανε στόμα καὶ καύχημα ὅλου του γένους μου.
γιατὶ ἐμένα ἔχει ἡ οἰκουμένη Σου
προστασία πανίσχυρη, καταφύγιο καὶ στήριγμα.
ἐμένα κοιτάζουν οἱ ἐξόριστοι
τοῦ παραδείσου τῆς ἀπόλαυσης, γιατὶ τοὺς ἐπαναφέρω καὶ τοὺς κάνω
νὰ αἰσθανθοῦνε ὅλα τὰ καλὰ μὲ ὄργανο ἐμένα ποὺ ἐγέννησα
Νέο Παιδί, τὸν Ἄχρονο Θεό.
κδ´. Σωτῆρα μου, σῶσε τὸν κόσμο· ἀφοῦ γι᾿ αὐτὸ ἦρθες στὴ γῆ.
κάμε νὰ ἐπικρατήσουν ὅλα τὰ δικά Σου· ἀφοῦ γιὰ τοῦτο φάνηκες
σὲ μένα καὶ στοὺς Μάγους καὶ σ᾿ ὅλη τὴν κτίση.
κοίταξε νὰ οἱ Μάγοι, ποὺ τοὺς ἔδειξες τὸ φῶς τοῦ Προσώπου Σου,
Σὲ προσκυνοῦν καὶ δῶρα Σοῦ προσφέρουν
χρήσιμα κι ὄμορφα καὶ πολὺ ἀπαραίτητα.
ἀφοῦ ἐτοῦτα χρειάζομαι, ἐπειδὴ ἑτοιμάζομαι
στὴν Αἴγυπτο νὰ ταξιδέψω καὶ νὰ φύγω μὲ Σένα, γιὰ Σένα,
Ὁδηγέ μου, Υἱέ μου, Πλάστη μου, Λυτρωτή μου,
Νέο Παιδί, Ἄχρονε Θεέ.» |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου