Translate

Σάββατο 9 Ιουλίου 2022

Το Ευαγγέλιο Κυριακής Δ´ Ματθαίου 10-7-2022

 Το Ευαγγελικό Ανάγνωσμα της Κυριακής Δ´ Ματθαίου (Ματθ. η΄ 5-13)


Τῷ καιρῷ ἐκείνῳ, εἰσελθόντι τῷ Ἰησοῦ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. Καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. Ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν·

Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῷ· Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. Καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.

Απόδοση σε νεολληνική το Ευαγγέλιο Κυριακής Δ´ Ματθαίου

Εκεῖνο τόν καιρό, μόλις μπῆκε ὁ Ἰησοῦς στήν Καπερνα-ούμ, τόν πλησίασε ἕνας ἑκατόνταρχος καί τόν παρακαλοῦσε μ΄ αὐτά τά λόγια: «Κύριε, ὁ δοῦλος μου εἶναι κατάκοιτος στό σπίτι, παράλυτος, καί ὑποφέρει φοβερά». Ὁ Ἰησοῦς τοῦ λέει: «Ἐγώ θά ἔρθω καί θά τόν θεραπεύσω». Ὁ ἑκατόνταρχος τοῦ ἀποκρίθηκε: «Κύριε, δέν εἶμαι ἄξιος νά σέ δεχτῶ στό σπίτι μου· πές ὅμως ἕνα λόγο, καί θά γιατρευτεῖ ὁ δοῦλος μου. Εἶμαι κι ἐγώ ἄνθρωπος κάτω ἀπό ἐξουσία, καί ἔχω στρατιῶτες στή διοίκησή μου· λέω στόν ἕνα «Πήγαινε» καί πηγαίνει, καί στόν ἄλλο «ἔλα» καί ἔρχεται, καί στό δοῦλο μου «κάνε αὐτό» καί τό κάνει». Ὅταν τόν ἄκουσε ὁ Ἰησοῦς, θαύμασε καί εἶπε σ΄ ὅσους τόν ἀκολουθοῦσαν:

«Σᾶς βεβαιώνω πώς τόση πίστη οὔτε ἀνάμεσα στούς Ἰσραηλίτες δέ βρῆκα. Καί σᾶς λέω, πώς θά ΄ρθουν πολλοί ἀπό ἀνατολή καί δύση καί θά καθίσουν μαζί μέ τόν Ἀβραάμ, τό Ἰσαάκ καί τόν Ἰακώβ στό τραπέζι τῆς βασιλείας τῶν οὐρανῶν, ἐνῶ οἱ κληρονόμοι τῆς βασιλείας θά πεταχτοῦν ἔξω στό σκοτάδι· ἐκεῖ θά κλαῖνε, καί θά τρίζουν τά δόντια τους». Ὕστερα εἶπε στόν ἑκατόνταρχο ὁ Ἰησοῦς: «Πήγαινε, κι ἄς γίνει αὐτό πού πίστεψες». Καί γιατρεύτηκε ὁ δοῦλος ἐκείνη τήν ὥρα.

Δεν υπάρχουν σχόλια: