Translate

Σάββατο 2 Δεκεμβρίου 2023

Το Ευαγγελικό Ανάγνωσμα της Κυριακής ΙΔ´ Λουκά (ιη´ 35-43) Η θεραπεία του τυφλού στην Iεριχώ

Το Ευαγγέλιο Κυριακής ΙΔ´ Λουκά 3-12-2023


Tῷ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ ἐγγίζειν τόν Ἰησοῦν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν· ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα. Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. Καὶ ἐβόησε λέγων· Ἰησοῦ, υἱὲ Δαυῒδ, ἐλέησόν με. Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυῒδ ἐλέησόν με.

Σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. Ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν λέγων· Τί σοι θέλεις ποιήσω; Ὁ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω. Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε. Καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.

Απόδοση σε νεολληνική το Ευαγγέλιο Κυριακής ΙΔ´ Λουκά

Εκεῖνο τόν καιρό, καθώς ὁ Ἰησοῦς πλησίαζε στήν Ἱεριχῶ, ἕνας τυφλός καθόταν στήν ἄκρη τοῦ δρόμου καί ζητιάνευε. Ὅταν ἄκουσε τό πλῆθος πού περνοῦσε, ρώτησε νά μάθει τί συνέβαινε. Τοῦ εἶπαν ὅτι περνάει ὁ Ἰησοῦς ὁ Ναζωραῖος. Τότε ἐκεῖνος ἄρχισε νά φωνάζει δυνατά: «Ἰησοῦ, Υἱέ τοῦ Δαβίδ, σπλαχνίσου με!» Αὐτοί πού προπορεύονταν τόν μάλωναν νά σωπάσει, ἐκεῖνος ὅμως φώναζε ἀκόμη πιό πολύ: «Υἱέ τοῦ Δαβίδ, σπλαχνίσου με!»

Τότε ὁ Ἰησοῦς στάθηκε κι ἔδωσε ἐντολή νά τόν φέρουν κοντά του. Αὐτός πλησίασε κι ἐκεῖνος τόν ρώτησε: «Τί θέλεις νά σοῦ κάνω;» «Κύριε, θέλω ν΄ ἀποκτήσω τό φῶς μου», ἀποκρίθηκε. Κι ὁ Ἰησοῦς τοῦ εἶπε: «Ν΄ ἀποκτήσεις τό φῶς σου! Ἡ πίστη σου σέ ἔσωσε». Ἀμέσως ὁ τυφλός βρῆκε τό φῶς του κι ἀκολουθοῦσε τόν Ἰησοῦ δοξάζοντας τόν Θεό. Καί ὅλος ὁ κόσμος, ὅταν τόν εἶδε, δοξολογοῦσε τό Θεό.


Δεν υπάρχουν σχόλια: