Κυριακή 21 Ιουλίου 2019
† Ε΄ ΜΑΤΘΑΙΟΥ, Ἰωάννου & Συμεών διά Χριστόν Σαλοῦ, Παρθενίου ἐπ. Ἄρτης
Αποστολικό Ανάγνωσμα Προς Ρωμ. ι’ 1-10
Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν· μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾿ οὐ κατ᾿ ἐπίγνωσιν. Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
Μωυσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; Τοῦτ᾿ ἔστι Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; Τοῦτ᾿ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.
Ἀλλὰ τί λέγει; ἐγγύς σου τὸ ρῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾿ ἔστι τὸ ρῆμα τῆς πίστεως ὃ κηρύσσομεν. Ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
Ἀπόδοση στη νεοελληνική:
Ἀδελφοί, ἡ ἐπιθυμία τῆς καρδιᾶς μου καὶ ἡ προσευχή μου εἰς τὸν Θεὸν εἶναι ὑπὲρ τῶν Ἰσραηλιτῶν, διὰ νὰ σωθοῦν. Μαρτυρῶ γι’ αὐτοὺς ὅτι ἔχουν ζῆλον Θεοῦ ἀλλὰ ὄχι μὲ ἐπίγνωσιν. Διότι, ἐπειδὴ ἀγνοοῦν τὴν δικαίωσιν ποὺ δίνει ὁ Θεὸς καὶ προσπαθοῦν νὰ στήσουν τὸν δικόν τους τρόπον δικαιώσεως δὲν ὑπετάχθησαν εἰς τὴν δικαίωσιν ποὺ προέρχεται ἀπὸ τὸν Θεόν. Διότι τὸ τέλος τοῦ νόμου εἶναι ὁ Χριστός, διὰ νὰ δικαιωθῇ καθένας ποὺ πιστεύει.
Ὁ Μωϋσῆς γράφει διὰ τὴν δικαίωσιν ποὺ προέρχεται ἀπὸ τὸν νόμον ὅτι ὁ ἄνθρωπος ποὺ ἐτήρησε τὰς ἐντολὰς θὰ ζήσῃ δι΄ αὐτῶν. Ἡ δικαίωσις ὅμως ποὺ προέρχεται ἀπὸ τὴν πίστιν, λέγει, Μὴ πῇς εἰς τὴν καρδιά σου ποιός θὰ ἀνεβῇ εἰς τὸν οὐρανόν; διὰ νὰ κατεβάσῃ δηλαδὴ τὸν Χριστόν, ἢ Ποιός θὰ κατεβῇ εἰς τὴν χώραν τῶν νεκρῶν; διὰ νὰ κατεβάσῃ δηλαδὴ τὸν Χριστὸν ἀπὸ τοὺς νεκρούς.
Ἀλλὰ τί λέγει; Κοντά σου εἶναι ὁ λόγος, εἶναι εἰς τὸ στόμα σου καὶ εἰς τὴν καρδιά σου. Ὁ λόγος δηλαδὴ τῆς πίστεως, τὸν ὁποῖον κηρύττομεν. Ἐὰν ὁμολογήσῃς μὲ τὸ στόμα σου ὅτι ὁ Ἰησοῦς εἶναι Κύριος καὶ πιστέψῃς μὲ τὴν καρδιά σου ὅτι ὁ Θεὸς τὸν ἀνέστησε ἐκ νεκρῶν, τότε θὰ σωθῇς. Διότι μὲ τὴν καρδιὰ ὁ ἄνθρωπος πιστεύει ὅ,τι ὁδηγεῖ εἰς δικαίωσιν, μὲ τὸ στόμα δὲ ὁμολογεῖ ὅ,τι ὁδηγεῖ εἰς σωτηρίαν.
Ευαγγελικό Ανάγνωσμα Κατά Ματθαίον η΄28 – θ΄1
Τῷ καιρῷ εκείνω, ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.
Καὶ ἰδοὺ ἔκραξαν λέγοντες· τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;
Ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. Οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. Καὶ εἶπεν αὐτοῖς· ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδοὺ ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων.
Καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ ᾿Ιησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.
Απόδοση στη νεοελληνική:
Τον καιρό εκείνο, ὅταν ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, τὸν προϋπάντησαν δύο δαιμονισμένοι, οἱ ὁποίοι ἔβγαιναν ἀπὸ τὰ μνημεῖα, πολὺ ἐπικίνδυνοι, ὥστε κανεὶς δὲν ἦτο δυνατὸν νὰ περάσῃ ἀπὸ τὸν δρόμον ἐκεῖνον.
Καὶ ἐφώναξαν, «Τὶ ἔχεις μαζί μας Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ;». Ἦλθες ἐδῶ προώρως γιὰ νὰ μᾶς βασανίσῃς;».
Μακρυὰ ἀπὸ αὐτοὺς ἦτο μιὰ μεγάλη ἀγέλη ἀπὸ χοίρους, ποὺ ἔβοσκαν. Καὶ οἱ δαίμονες τὸν παρακαλοῦσαν καὶ ἔλεγαν, «Ἐὰν μᾶς διώξῃς, ἄφησέ μας νὰ πᾶμε εἰς τὴν ἀγέλην τῶν χοίρων». Καὶ αὐτὸς τοὺς εἶπε, «Πηγαίνετε». Αὐτοὶ δὲ ἐβγῆκαν καὶ ἐπῆγαν εἰς τὴν ἀγέλη τῶν χοίρων. Καὶ ὁλόκληρη ἡ ἀγέλη κατακρημνίσθηκε εἰς τὴν θάλασσαν καὶ ἐχάθηκε εἰς τὰ νερά. Οἱ δὲ βοσκοὶ ἔφυγαν καὶ ὅταν ἦλθαν εἰς τὴν πόλιν, τοὺς τὰ εἶπαν ὅλα διὰ τοὺς δαιμονισμένους.
Καὶ ὅλη ἡ πόλις ἐβγῆκε σὲ συνάντησιν τοῦ Ἰησοῦ καὶ ὅταν τὸν εἶδαν, τὸν παρεκάλεσαν νὰ φύγῃ ἀπὸ τὰ σύνορά τους. Καὶ ἐμπῆκε εἰς πλοιάριο, ἐπέρασε ἀπέναντι καὶ ἦλθεν εἰς τὴν δική του πόλιν.
Ευλογημένη Κυριακή
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου